Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 39 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Ὡς γὰρ κατὰ πᾶσαν εἰσελθόντες διεμερίσθησαν τὴν πόλιν οἱ βάρβαροι, εὐθὺς πᾶσα ἡλικία καὶ πᾶν γένος ἀνθρώπων ὑπ' αὐτῶν ἀνῄρητο.
39.2.1
οὐδὲ γὰρ ἦν οἶκτος αὐτοῖς οὐδεὶς πάλαι προμεμηνόσι καὶ τὴν καθ' ἡμῶν διψῶσιν ἀπώλειαν, ἀλλὰ καὶ γέρων καὶ ἀκμάζων ἔτι καὶ νεανίσκος καὶ πᾶς ὁ προστυχὼν ἔργον τοῖς μιαιφόνοις ἦν, οὐδὲ καιρίας κατ' αὐτῶν ἀφιεῖσι πληγάς· 39. 3 ἀλλ' ὡς ἂν αὐτοὺς ἐνδιατρίβειν ποιῶσι τοῖς ἀλγεινοῖς, τὰ πρὸς τὸν νῶτον μέρη καὶ τοὺς μηροὺς κατατέμνοντες σχολάζειν αὐτοὺς τῇ τελειώσει παρεβιάζοντο.
39.4.1
καὶ οὐδ' οὕτως ὁ πολιορκῶν αὐτοὺς ἐνεπίμπλατο θυμός, ἀλλ' ὅτι μὴ πολλάκις δύνανται θνήσκειν μανικῶς ἐδυσφόρουν.
39.5.1
ἵνα γὰρ τὴν θηριώδη καὶ ἀδάμαστον ἐκείνην ὄρεξιν ἐμφορήσωσιν, οὐδὲ γυναικῶν ἐφείσαντο κατ' ἀρχὰς τοῦ κινδύνου, οὐδὲ παίδων αὐτῶν, ὧν τὸ τῆς ἡλικίας ἄωρον ἄγειν βιάζεται πολλάκις καὶ θηρῶν ὀφθαλμοὺς εἰς συμπάθειαν· 39. 6 ἀλλ' ἦν ἐπ' ἴσης ἅπασιν ἡ τομή, καθάπερ ἐν χλοηφόρῳ πεδίῳ πᾶν τὸ παρατυχὸν ἐκθερίζουσα, ὡς ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἄοικον ἀποδειχθῆναι τὴν πόλιν τὴν πρὸ μικροῦ στενοχωρουμένην καὶ τοῖς πλήθεσι βρίθουσαν.
39.7.1
καθὸ γὰρ φθάσαντες εἴπομεν, τὸ μὲν τοῦ δήμου τὰς ἀκρωρείας κατειλήφει κατὰ τὴν καλουμένην ἀκρόπολιν συνελαθέν, ἢ τὴν περιοικίδα τοῦ ὁσίου Δαβὶδ ὀνομαζομένην (ταῦτα γὰρ μᾶλλον τῆς λοιπῆς ὑπερανέχουσι πόλεως, ἔνθα δὴ καὶ πλῆθος ἦν μοναχῶν ἐναρέτων πάντων καὶ τῆς οὐρανίου πολιτείας ἠξιωμένων), τὸ δὲ πάλιν ταῖς δυσὶ πύλαις προσερρύη ταῖς πρὸς δύσιν ἀφορώσαις τῆς πόλεως, μίαν ἐχόντων πάντων σπουδήν, τοῦ ξίφους διεκφυγεῖν τὴν τομήν.
39.8.1
ἀλλ' οὐδὲν πλέον τῶν ἄλλων διήνυον, τῶν πυλῶν ἐκτὸς τῶν βαρβάρων ἐφεδρευόντων, καὶ μηδ' ἄλλως ἔχοντες εὐχερῶς ὑπερβῆναι, τῷ συνωθισμῷ πιέζοντες ἀλλήλους καὶ τὴν διέξοδον ἀποφράττοντες.

Intertext edge

Open linked passage

Note