Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 3 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ἡμεῖς, ὦ φίλος, πατρίδος ἐσμὲν Θεσσαλονίκης· αὐτὴν γὰρ πρώτην γνωριοῦμαί σοι, δι' ἧς ἔγνων ὧν οὔπω ἐγνώκειν πολλά· 3. 2 καὶ σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι, πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων, τἆλλα μὲν περιφανοῦς οἷς σεμνύνεται πόλις, καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι κατ' αὐτὴν ὀφθῆναι, περιφανεστέρας δὲ τὴν εὐσέβειαν, ἣν ἐξ ἀρχῆς ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο.
3.3.1
αὐτὸν γὰρ αὐχεῖ Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον, τὸ σκεῦος τῆς ἐκλογῆς, ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς πίστεως καρπὸν διεσπούδασε· 3. 4 μετ' ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρτυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις Δημήτριον τὸν μυροβλύτην, πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων διδάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος, ἐξ οὗ καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν)· 3. 5 εἶτα τοὺς καθεξῆς ἀρχιερεῖς πάντας τοῦ σωτηρίου λόγου στερρῶς ἀντεχομένους, ἐξ ὧν ἀεὶ καταρτιζομένη καὶ παιδαγωγουμένη τὴν θειοτέραν παίδευσιν δαιμονιώδεις καὶ μυσαρὰς πλάνας καὶ δόξας καὶ εἰδωλικὰς εἰκαιομυθίας τοῖς τιμῶσι τοὺς δαίμονας ἀπεπέμψατο, ὀρθοδόξῳ δὲ διδαχῇ τὴν πίστιν σφραγίσασα, καὶ πᾶν ζιζανιῶδες φυτὸν καὶ αἱρετικὸν καὶ ἀλλόφυλον οὐμενοῦν οὐδέποτε τῷ θείῳ σπόρῳ συγκαταμίξασα, καθαρὰν καὶ ἀκίβδηλον διεσώσατο τὴν εὐσέβειαν.
3.6.1
ἧς πολλὰ μὲν ἦν καὶ ἄλλα γνωρίσματα, ἐξ ὧν ἡ φήμη τὰς ἀφορμὰς λαμβάνουσα λαμπρὸν τὸ περὶ αὐτῆς ἐκήρυττεν ὄνομα, ἓν δὲ τοῦτο πρῶτον καὶ ἰδιαίτατον διεδείκνυτο, τὸ ὀρθόδοξον αὐτὴν καὶ εἶναι καὶ ὀνομάζεσθαι καὶ τούτῳ μᾶλλον ἤπερ τοῖς ἄλλοις σεμνύνεσθαι.
3.7.1
ἀλλ' ἐπειδὴ καὶ τὰ κατ' αὐτὴν ἐκείνην τὴν πόλιν φιλοπόνως μαθεῖν ἐπεζήτησας, τοῦτο δὲ δυσεπιχείρητόν τε ὡς ἐμοὶ τῇ τε παρούσῃ ὁρμῇ τοῦ λόγου παρὰ μικρὸν ἀνακόλουθον, ὀλίγα τινά, καὶ οἷς μάλιστα ἔξεστι δοκεῖν ὁρᾶν σε τῶν λεγομένων τὰ πράγματα, τῇ διηγήσει προσθεὶς ἐπὶ τὴν καθ' ἡμᾶς αὐτοὺς τραπήσομαι συμφοράν.

Intertext edge

Open linked passage

Note