De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Οἷον γὰρ ἐγεγόνει κακὸν κατὰ τὴν καλουμένην Χρυσέαν πύλην!
40.2.1
πῶς παρανοῖξαι ταύτην βουληθέντες μικρόν, ὅσοι τοῦ δήμου τῷ τόπῳ συνέρρευσαν, διήμαρτον τῆς ἐπιχειρήσεως!
40.3.1
μόνον γὰρ ὅτι τὰς πύλας ἀλλήλων διέστησαν, καὶ τῷ ἰδίῳ πιλήματι πάλιν ἐν ἑαυταῖς συνδραμεῖν αὐτὰς κατηνάγκασαν·
40.4.1
οὕτω δὲ ἔχοντας αὐτοὺς καταλαβόντες οἱ δυσμενεῖς οὐκέτι καθ' ἕνα τοῖς ξίφεσιν ἀνῄρουν, ἀλλ' ὡς εἶδον συνεσφιγμένους ἀλλήλων τε ἐχομένους καὶ ἐκτραπῆναι μὴ δυναμένους, κατὰ κόρρης αὐτοὺς τοῖς ξίφεσιν ἔπαιον, ὡς μετὰ τὴν πληγὴν διαιρεῖσθαι τοῦ προστυχόντος τὴν κεφαλήν, καὶ τοῖς ὁμοίοις τῇδε κἀκεῖσε τὰ μέρη συμπίπτειν, καὶ μηδὲ μετὰ θάνατον τῇ γῇ δίδοσθαι ἀλλ' ἔτι παρακρατεῖσθαι τοῖς λοιποῖς σώμασιν, ἕως πάντων ἀναιρεθέντων κατηνέχθη τὰ πάντων πτώματα τοῦ, καὶ ὥσπερ τοῦ ὑποστηρίζοντος (τῆς ἁπάντων λέγω ζωῆς διαδράσης) κατηνέχθη τὰ πάντων πτώματα τοῦ αἵματος ἀλλήλων καθάπερ καὶ τῆς τελευτῆς κοινωνήσαντα.