Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 41 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Τὸ δ' αὐτὸ τοῦτο καὶ περὶ τὴν ἄλλην πύλην, ἣν καλοῦσι Λιταίαν, πραχθῆναι συνέβη.
41.2.1
καθὼς γὰρ ἔφαμεν, τῶν ἄλλων τὰς μὲν πρὸς θάλασσαν ἐξαγούσας αὐτοὶ προκατεῖχον οἱ βάρβαροι, τὰς δέ γε πρὸς ἀνατολὴν ἀφορώσας ἡμεῖς προαποκλείσαντες ἦμεν, τὴν τοῦ πυρὸς μηχανήν, ἣν κατὰ τῶν ἔξω τοῦ προτειχίσματος πυλῶν προπεπόνθαμεν, καὶ ἐν αὐταῖς ὑφορώμενοι, ὡς λοιπὸν ἐκ τούτων πανταχόθεν ἀποροῦντα τὸν δῆμον πρὸς τὴν φυγὴν περὶ τὰς ἀγυιὰς μόνον εἰλεῖσθαι καὶ πανταχοῦ τῷ θανάτῳ προσπίπτειν.
41.3.1
σχεδὸν γὰρ ὀλίγοι, καὶ λίαν ὡς εἰκὸς εὐαρίθμητοι, κατὰ τὸ δυτικὸν μέρος τοῦ λιμένος ἑαυτοὺς τῶν τειχῶν ἀκοντίσαντες τὸν κίνδυνον ὑπεξέφυγον· 41. 4 καί τινες ἄλλοι τῆς κατὰ τὴν ἀκρόπολιν πύλης λάθρα ὑπεκδραμόντες πρὸ τοῦ τὴν συμφορὰν ὑφεστάναι διεσώσαντο τὴν ζωήν.
41.5.1
οὗτοι δὲ ἦσαν οἱ τῶν Σκλαβήνων ἡγούμενοι, πάλαι προμελετήσαντες τοῦτο καὶ τὰς κλεῖδας τῶν πυλῶν ἐκείνων κακούργως προϋφελόμενοι.
41.6.1
οὓς καὶ ἐχρῆν, τὴν ἀκμὴν τοῦ κακοῦ θεασαμένους, παντὶ τῷ προστυχόντι παραχωρῆσαι τὴν ἔξοδον· 41. 7 οὕτω γὰρ πολλοὶ τῶν αὐτόθι λαχόντων, πρὸ τοῦ τοὺς βαρβάρους ἐπελθεῖν, τὸν θάνατον ὑπεξέκλιναν ἄν.
41.8.1
οἱ δὲ τοιοῦτον μὲν οὐδὲν οὐδὲ εἰς νοῦν λαβεῖν ἠνέσχοντο· 41. 9 ἀεὶ δὲ τὸ οἰκεῖον προορώμενοι, καὶ ὅπως τὸν κίνδυνον διακρούσονται κἀν τούτῳ διασκεψάμενοι, τὰς πύλας μικρὸν παρανοίξαντες καὶ τὴν ἐπεκδρομὴν τομῶς ποιησάμενοι, ἕνα τινὰ τῷ τόπῳ καταλιπόντες πρὸς τὸ μετὰ τὴν ἐκείνων ἔξοδον καὶ αὖθις ταύτας συγκλεῖσαι· 41. 10 οὕτω τῆς πάντων ἐπεβουλεύσαντο σωτηρίας καὶ τότε, πρόφασίν τινα δολίαν πλασάμενοι, ὡς οὐ πρὸς φυγὴν ἐκτρέπονται, πρὸς ὑποδοχὴν δὲ μᾶλλον τῶν Στρυμονιτῶν συμμάχων, τοῦ στρατηγοῦ δῆθεν τοῦτο προστάξαντος.

Intertext edge

Open linked passage

Note