De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1.1
Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ ξιφήρεις οἱ βάρβαροι ταῖς πύλαις ἐπέστησαν, καὶ οὐκέτι δυνατὸν ἦν οὐδὲ προσβλέψαι μόνον ἐκτὸς ἀκινδύνως τινά, μή τί γε τὸν κίνδυνον ὑπαλύξαι.
42.2.1
κἀγὼ γὰρ αὐτὸς σὺν τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς (δύο δέ μοί εἰσιν οὗτοι νεώτεροι, τῆς ἐμῆς ἡλικίας ὑποβεβηκότες, οἱ μέχρι τοῦ δεῦρο τῆς τε φρουρᾶς καὶ τῶν λοιπῶν ἀλγεινῶν μοι συγκοινωνοῦντες) κατ' αὐτὴν τὴν ὥραν παρόντες εὑρέθημεν ἐν τῷ τόπῳ μετὰ καί τινων ἄλλων τῶν ἀπὸ τῆς πόλεως οὐκ ὀλίγων.
42.3.1
καὶ ὡς ἤδη τὴν πονηρὰν ἐκείνην ὑπέστημεν ἐπιβουλήν (μετὰ γὰρ τὸ πραχθῆναι τὴν σκῆψιν τὸ συμβὰν ἐπεγνώκειμεν), ὀπισθόρμητοι πάντες, ἕκαστος ἡμῶν ὡς εἶχε τάχους, πρὸς τὴν πόλιν συνηλαυνόμεθα, ἄλλος ἀλλαχῇ διαιρεθέντες, καθὼς ἂν ἦγεν ἡ συμφορά, τοῦ φόβου διατιθεῖσα τὰ σχήματα.
42.4.1
ἔδοξεν οὖν τῷ τε πατρὶ καὶ ἡμῖν, μήπω πεφθακότων πρὸς ἡμᾶς τῶν βαρβάρων, εἴς τινα πύργον τῶν κατὰ τὸ ἐνδότερον τεῖχος ἀνιέναι τέως καὶ μὴ τῷ πλήθει συναναμίγνυσθαι, ὡς ἂν τῶν πολεμίων τυχὸν ἐπιστάντων, τῶν ἄλλων διαιρεθέντες καὶ μόνοι τούτοις κατὰ τῶν ἐπάλξεων ἐντυγχάνοντες, δυνηθῶμέν τινα πρεσβείαν τούτοις προσαγαγεῖν καὶ τὴν ζωὴν ἑαυτοῖς διασώσασθαι.
42.5.1
ὃ δὴ καὶ γέγονε τῇ θεϊκῇ προνοίᾳ.
42.6.1
τὸ δ' ὅπως καὶ μεθ' οἵας παραδοξοποιοῦ δυνάμεως, λέξων ἔρχομαι.