Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 43 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1.1
Ἀνήλθομεν ἐν τῷ τείχει σπουδῇ θέοντες κατά τινα πρόβολον ἀντικρὺ τοῦ ἐκεῖσε σεβασμίου σηκοῦ τοῦ πρωτοκλήτου τῶν ἀποστόλων Ἀνδρέου.
43.2.1
πέντε δὲ ἦμεν οἱ πάντες ὁμοῦ, ὁ πατὴρ ὁ ἐμὸς κἀγὼ σὺν τοῖς ῥηθεῖσι δυσὶν ἀδελφοῖς καί τις ἕτερος μετέχων καὶ αὐτὸς τῆς ἡμῶν ἀγχιστείας, κληρικοὶ πάντες καὶ τῷ τῶν ἀναγνωστῶν διαπρέποντες τάγματι.
43.3.1
μικρὸν οὖν αὐτόθι καθησυχάσαντες καὶ καθ' ἑαυτοὺς λογιζόμενοι τὸ ἐφεστὸς τῆς μαχαίρας τέλος ἠρχόμεθα τῶν γόων, ἕκαστος τῆς τε οἰκείας ψυχῆς καὶ τῆς ἐξ ἀλλήλων καταστενάζοντες διαιρέσεως.
43.4.1
καὶ πρῶτος ἐξῆρχε θρηνῶν ὁ πατήρ, ἤδη προβεβηκὼς ὢν καὶ πολλὴν περὶ τὸ λέγειν ἐπιστήμην ἐξησκημένος, 43. 5 «φεῦ μοι» λέγων, «ὦ τέκνα πολυπαθῆ, ἐν τίσι νῦν περιελήφθην, καὶ τίνι ταῦτα ἀπέκειτο τῇ δυστήνῳ μου ταύτῃ καὶ ταλαιπώρῳ ζωῇ, ἵν' οὓς κατὰ διαφόρους ἀπέτεκον χρόνους καὶ τῇ γενέσει παρέθηκα, ὑφ' ἓν ἴδω τὴν τελευτὴν ὑπερχομένους, καὶ μηδ' ὅπερ τοῖς ἀτυχοῦσίν ἐστι συγκεχωρημένον, σχολὴν ἄγων ἀξίως τοῦ πάθους ὀδύρασθαι.
43.6.1
συνεκάλεσα γὰρ 43. 6 ἂν πρὸς τὸ κοινὸν τοῦτο καὶ ἀπαρηγόρητον πένθος καὶ αὐτὰ τὰ ἄψυχα τῶν κτισμάτων κοινωνῆσαί μοι τοῦ πάθους καὶ τὴν συμφορὰν συμμερίσασθαι.
43.7.1
οὐδὲ γὰρ οἱ πάντες τῶν ὁμοπατρίδων ἄλλως ἄγουσιν ἢ ἐγώ, ἕκαστός τινα τῶν οἰκείων ἀπεκδεχόμενος καὶ τῆς ἑτέρου συμπαθείας ἐπιδεόμενος.
43.8.1
ἐμοὶ γὰρ δύο δεινὰ συνέβη κατὰ ταὐτό, ὅ τε ψυχικὸς κίνδυνος ἐν ἁμαρτίαις τὴν ζωὴν δαπανήσαντι, καὶ ὁ ἐξ ὑμῶν οὗτος ἀπροσδόκητος χωρισμός, ὃν οὕτως οὔποτε προσεδόκησα, 43. 9 ἀλλ' ἀεὶ δι' ἐντεύξεως εἶχον ὑφ' ὑμῶν καλυφθῆναι τὰ βαρυπενθῆ ὄμματα ταῦτα, ἵν' ἐπαναπαυσάμενος ταῖς ὑμετέραις χερσὶ τῷ τάφῳ τῶν πατέρων δοθῶ, καὶ ὑμᾶς ἐν ἀσφαλείᾳ καταλίπω τῆς τε μητρὸς γηροκόμους καὶ τοῖς ἔτι κομιδῇ νέοις καὶ τῷ χρόνῳ καθυστερίζουσι δυσὶν ἀδελφοῖς ὑμῶν τὰς περὶ τὸ ζῆν ἀφορμὰς προνοήσαντας.
43.10.1
νυνὶ δὲ πᾶσα μὲν τοιαύτη διόλωλεν ἐλπίς, ἐν μέσοις δὲ τοῖς δεινοῖς ἀπειλημμένος ἄωρον ἐκδέχομαι τὴν καθ' ὑμῶν τελευτήν.
43.11.1
καὶ οὕτω με τετήρηκε τῶν ἀνομιῶν τὸ πλῆθος καὶ εἰς ταύτην τεταμίευκε τὴν ἡμέραν, ἵνα κατ' ὀφθαλμοὺς ἴδω τὰ φίλτατά μοι τῶν τέκνων βαρβαρικῶν ξιφῶν παρανάλωμα καὶ τὰ παμπόθητα μέλη ταῖς χερσὶ τῶν δημίων ἀνηλεῶς διασπώμενα, ὢ τῆς ὀδύνης, οὐδὲ τοῦτο ἀσφαλὲς ἔχων, ὅτι τὸν δύστηνον ἐμὲ πρῶτον ὁ μιαιφόνος τῆς ζωῆς ἀπαλλάξει.
43.12.1
ἦν γὰρ ὡς ἐν συγκρίσει κακῶν τὸ κατ' ἐμὲ φορητόν· 43. 13 ὕποπτον δέ μοι τὸ νεάζον καθέστηκε τῆς καθ' ὑμᾶς ἡλικίας, καὶ τῶν προσώπων τὸ ἀνθηρὸν μαντεύεσθαί με ποιεῖ, πρῶτον τῆς ἀφ' ὑμῶν τομῆς τοὺς ἐχθροὺς ἐμφορηθέντας, ἐν ὑστέρῳ με πολλοὺς ὑπομεμενηκότα θανάτους καὶ καθ' ἕνα ὑμῶν ἀθλήσαντα, οὕτω τοῖς ὑμετέροις αἵμασι συμφυραθῆναι.

Intertext edge

Open linked passage

Note