Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 44 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτόν, ὦ φίλτατα τέκνα, πόρρω τοῦ δέοντος πλανηθεὶς καὶ ἅπερ οὐκ ἔδει τοῖς θρήνοις συνεξειπών.
44.2.1
νενίκημαι γὰρ τῷ κακῷ, καὶ ἡ πάνδημος συμφορὰ καταστενάξαι τοῦ καιροῦ καὶ τῶν πραγμάτων καὶ ἄκοντά με παρεβιάσατο.
44.3.1
τίς γὰρ ἂν καὶ λιθίνην ἔχων καρδίαν, τῷδε τῷ πάθει συνεπαρθείς, ἑαυτὸν καὶ τοὺς ἀμφ' αὐτὸν τοσούτῳ κακῷ συσχεθέντας μὴ ἀποδύρηται;
44.4.1
ἀλλ' οὐδέν ἐστιν ὃ βούλεται καὶ πράττει θεὸς ἐν ἀνθρώποις μὴ πρός τι χρήσιμον τέλος οἰκονομούμενον.
44.5.1
τάχα γὰρ ἀπέκειτο διὰ τὴν μοχθηρίαν ἡμῶν τὸ οὕτως ἀποθανεῖν· καὶ ἰδοὺ κατ' ὀφθαλμοὺς ἡ τῆς ζωῆς ἐφέστηκεν ἔκτισις, βιαίως τοῖς ξίφεσι τὰς ψυχὰς ἡμῶν ἐκτιννύουσα.
44.6.1
ἀλλ' οὐκ ἔστιν ἄδικος ὁ συγχωρήσας ταῦτα παθεῖν καὶ τόνδε καθυπενέγκαι βίαιον τοῦ σώματος χωρισμὸν καὶ τὰς εὐθύνας τῶν ἡμαρτημένων κατὰ τὴν μέλλουσαν ἡμᾶς εἰσπραχθήσεσθαι δίκην.
44.7.1
διὸ στῆτε γενναίως, τὴν ἐλπίδα πᾶσαν πρὸς αὐτὸν μόνον ἀπαιωρήσαντες τὸν δυνάμενον ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας.
44.8.1
καὶ κἄν τι δέοι παθεῖν ἀλγεινῶν χάριν τῆς εἰς αὐτὸν πίστεως, ἐνέγκωμεν μύσαντες καὶ μηδὲν φοβηθῶμεν ἀπὸ τοῦ σωματικοῦ τούτου θανάτου, ὃν εἰ καὶ μὴ οὕτως, ἀλλὰ πάντως ἑτέρως καθυπομεῖναι χρεών ἐστι καὶ τῇ γενέσει τὸ ὀφειλόμενον λειτουργῆσαι.
44.9.1
γενέσθω οὖν ἡ τῆς ζωῆς στέρησις εὐχαριστίας ἡμῖν ἀφορμή, ἵνα μὴ θάνωμεν μόνον, ἀλλὰ καὶ ἐπ' ἐλπίδι τῆς ἐκεῖθεν μακαριότητος.» 44. 10 ταῦτα λέγων ἕκαστον ἡμῶν πρὸς τὸν διὰ ξίφους θάνατον ἐπαιδοτρίβει καὶ προθυμίαν παρεῖχε μὴ ἀπευδοκεῖν τὴν τελείωσιν.

Intertext edge

Open linked passage

Note