Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 45 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1.1
Ἐν ὅσῳ δὲ ταῦτα πρὸς ἡμᾶς διελέγετο καὶ συμπεσόντες ἀλλήλοις τὰ τελευταῖα συνεταττόμεθα, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων κατεφάνησάν τινες ἀνιόντες, τὸν ἀριθμὸν οὐκ ὀλίγοι, Αἰθίοπες τὴν χροιάν, τὰ σώματα γεγυμνωμένοι, ἐσπασμένας ἔχοντες τὰς μαχαίρας, δεινὸν ἐξαλλόμενοι καὶ τῇ παραθήξει τῶν ὀδόντων συῶν δίκην τὸ μανικὸν ἐνδεικνύμενοι.
45.2.1
ἐφεστῶτες οὖν τῷ τόπῳ πρῶτον τοὺς μεθ' ἡμῶν ὑποστρέψαντας ἀπὸ τῆς τῶν πυλῶν κακούργου συγκλείσεως, αὐτοῦ που παρὰ τὸ τεῖχος εἰλουμένους, τοῖς ξίφεσιν ἐκείνοις διεχειρίσαντο· 45. 3 οἷς οὐδὲν ἦν πρὸ τούτου πλέον μελετηθὲν ἢ μόνον τῇ δεξιᾷ τοῦ δημίου τὸν αὐχένα ὑπέχειν καὶ πρὸς τὴν τομὴν σχηματίζεσθαι.
45.4.1
καὶ ἦν ἰδεῖν τὸ πραττόμενον ἐκπλήξεως γέμον.
45.5.1
εἰ γὰρ τῷ εὐπειθεῖ τοῦ ἑαυτὸν προδόντος καὶ πρὸς τὸν θάνατον ὑποκλίνοντος ὁ φονεὺς κατενύγη, καιρίαν ἄγων θᾶττον αὐτὸν τῶν ἀλγηδόνων ἀπήλλαττεν· 45. 6 εἰ δὲ μὴ ἐμαλάχθη τὴν λιθώδη καρδίαν, ἀλλ' ἤθελεν ἐντρυφᾶν τῆς μανίας, μᾶλλον τοῖς τῶν ἁλόντων ἀτυχήμασι τὸν θυμὸν διεγείρων, μεληδὸν κατῄκιζε τὸ προστυχὸν σῶμα καὶ πολλῶν θανάτων φορὰν ἐν μιᾷ συμφορᾷ τῷ δειλαίῳ παρείχετο.
45.7.1
οὐδὲν δὲ ἕτερον ἦν ἀκούειν ἐν οὕτω παμπληθεῖ καὶ πολυανθρώπῳ δήμῳ, ἀλλ' ἢ μόνον τὸν συριγμὸν τῶν ξιφῶν καὶ τῶν τοῦ αἵματος ὀχετῶν τὴν μετὰ βίας ἔκρυσιν.

Intertext edge

Open linked passage

Note