De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ πάντες ἔκειντο, θέαμα πολλῶν ὀδυρμῶν καὶ θρήνων ἐπάξιον.
46.2.1
ὡς δὲ καὶ πρὸς ἡμᾶς ἔφθανεν ἡ τομή (τῷ τείχει γὰρ εἶδον συγκεκυφότας), ἐφώρμησαν ὁμοθυμαδὸν καθάπερ εἴς τι πρόχειρον θήραμα.
46.3.1
φθάσαντες δὲ πλησίον τὴν ὁρμὴν ἐπέσχον.
46.4.1
ἦν γὰρ ὁ ῥηθεὶς ἐν τῷ μεταξὺ πύργος, δι' οὗ διελθεῖν ἔμελλον καὶ πρὸς ἡμᾶς γενέσθαι, ὃς πάλαι ἦν τὸ ἔδαφος ἅπαν ξύλοις ἐστρωμένος, ἅτινα τῷ χρόνῳ σαπέντα καὶ διαρρεύσαντα οὐκ ἀσφαλῆ παρεῖχον τὴν ἐκεῖθεν διάβασιν· 46. 5 δύο γὰρ μόνα κατὰ μέσον ξύλα ἐναπῃώρηντο, δι' ὧν οἱ ταύτην διερχόμενοι ὑπότρομον τὴν πάροδον ἐπεποίηντο.
46.6.1
τὸ ἀμφίκρημνον οὖν τοῦ κινδυνώδους τόπου κατιδόντες οἱ βάρβαροι ἐφώρασαν μή πως ἐν μέσῳ τῶν ξύλων γενομένων αὐτῶν λάθωμεν τέχνασμά τι πεποιηκότες εἴσω τοῦ πύργου καὶ κρημνισθῆναι τούτους παρασκευάσωμεν, εἰς ὕψος ἐπῃρμένου πολὺ καὶ χαλεπὴν τὴν πτῶσιν ἐπαπειλοῦντος.
46.7.1
τοῦτο δὲ ὁ τῶν θαυμασίων θεὸς ταῖς αὐτῶν διανοίαις ὑπέβαλεν·
46.8.1
εἰ γὰρ ἅμα τῷ πρὸς ἡμᾶς γενέσθαι τομῶς τῆς διαβάσεως κατετόλμησαν, οὐδὲν ἧττον καὶ ἡμεῖς τῶν κειμένων τὸν ὄλεθρον ὑπεμένομεν.
46.9.1
τῆς σχολῆς τέως τῆς τῶν λογισμῶν αὐτῶν διαιρέσεως, τοῦ φόβου τὰς ψυχὰς ἕκαστος ἡμῶν περιάραντες, εἴ τι καὶ δέοι πράττειν τῷ καιρῷ χρήσιμον ταῖς φρεσὶ κατεμεριζόμεθα.
46.10.1
ὡς οὖν εἶχον ἐγὼ τάχους ἀναπηδήσας καὶ θανάτου καταφρονήσας καὶ μηδ' ὅ τι κατὰ κόρρης ἐφέστηκε τὸ παράπαν εἰς νοῦν θέμενος, κατ' αὐτὴν γενόμενος τοῦ πύργου τὴν εἴσοδον ἔμελλον διὰ τῶν ξύλων πρὸς τοὺς βαρβάρους χωρεῖν.
46.11.1
οἱ δ' ἐπειδὴ οὕτω με θαρσαλέως πρὸς αὐτοὺς κατεῖδον αὐτομολήσαντα, ἄοπλον μὲν καὶ πρὸς ἄμυναν οὐδὲν ἐπιφερόμενον, ἔχοντα δέ τι σπουδαῖον εἰπεῖν, ἐπῆλθον καὶ αὐτοὶ στοιχηδὸν ἀλλήλους συντάξαντες καὶ τὰς δεξιὰς ἀνατείναντες, τάς τε μαχαίρας κατὰ τῆς ἐμῆς κορυφῆς ἐπαγαγεῖν σχηματισάμενοι.
46.12.1
ὡς δ' οὐδὲ τοῦτό με τέως καταπτῆξαι πεποίηκεν (ὅλον γὰρ εἶχον τὸν νοῦν πρὸς ἅπερ ἤθελον λέγειν ἠσχολημένον), εἷς τις τῶν Αἰθιόπων, καὶ τούτων μάλιστα ὁ γενναιότερός τε καὶ εὐτολμότερος, μεγέθει τῶν λοιπῶν διενηνοχώς, κατ' ἐμὲ γενόμενος ἐπεχείρει μοι τὴν μάχαιραν κατενεγκεῖν τῷ μετώπῳ.
46.13.1
ἐγὼ δὲ τὰς χεῖρας ἀνασχών «μὴ τοῦτο πράξῃς» εἶπον, «ἐπεὶ πολλῶν χρημάτων σεαυτὸν καὶ τοὺς περὶ σὲ ζημιοῖς.» 47. 1 Οὕτως ἔτυχον εἰπών, καὶ τῷ πεπαρρησιασμένῳ τοῦ σχήματος τὴν ὁρμὴν τοῦ Αἰθίοπος τέως πρὸς τὸ μὴ τὴν τομὴν ἐνεγκεῖν ἀνακόψας, τὴν λαιὰν δὲ τῶν χειρῶν ἐγκρύψας εἴσω τοῦ κόλπου καί τινα χρύσεα κόσμια τὸ τάχος ἐξενεγκὼν καὶ τῇ παλάμῃ τούτου ἐνθέμενος, «ἔστωσάν σοι ταῦτα» ἔφην «ἐνέχυρα τῆς ζωῆς τῆς ἐμῆς.