De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
47.2.1
εἴπερ δὲ πολὺ πλείονα 47. 2 τούτων εὐπορῆσαι βούλει, τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τἀδελφῷ τοῦ πατρός», ἐπιστραφεὶς καὶ τούτους ἐν ᾧπερ ἦσαν τόπῳ τῷ δακτύλῳ καθυποδείξας, «τὸ μὴ θανεῖν κατεγγύησαι, καὶ παρέξομαί σοι χρήσιμα δῶρα, τῇ προσδοκίᾳ ὑμῶν ἔν τισιν ἀφανέσι τόποις προαποτεθειμένα, οὓς ἡμεῖς τε μόνοι διαγινώσκομεν καὶ ὑμῖν προθύμως σωτηρίας τυγχάνοντες ὑποδείξομεν.
47.3.1
εἰ δέ γε θάνωμεν, διόλωλεν ἐκεῖνα, τάς τε ὑμῶν διεκφυγόντα χεῖρας καὶ τῆς ζωῆς τῆς ἡμετέρας συναπολήξαντα,» 47. 4 τούτοις τὸν θυμὸν παρακατασχὼν τοῦ βαρβάρου, καὶ τῇ ἐπιδόσει τῶν κοσμίων εἰς ὑπόνοιαν ὧν φθάσας εἶπον τὴν διάνοιαν αὐτοῦ ἐμβαλών, ἐν οἷς ποικίλως ἑαυτὸν πρὸς ἱκεσίαν κατεσχημάτιζον.
47.5.1
οὐδὲ γὰρ ᾔδει βάρβαρος ὢν ἃ πρὸς αὐτὸν διελεγόμην, ἀλλ' ἢ μόνον ἐφαίνετο θαυμάζων τὴν παρρησίαν καὶ τὸ σεσοφισμένον τῆς πληροφορίας παντὶ τρόπῳ κατενεργούμενον.