De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1.1
Ἐν τούτοις ἕτερός τις ἐγγύθεν ἐλθὼν ἀφῆκε φωνήν, «τί ταῦτα οὕτως ποιεῖς, καὶ τὸν Αἰθίοπα ταῖς ἱκεσίαις παρακατέχεις, ἐξὸν εἰπεῖν πρὸς ἐμέ; καὶ εἴ τι καὶ δέοι, συναντιλήψομαί σοι.» 48. 2 ἐγὼ δὲ τὸ πλέον θαρσήσας καὶ τῇ τοῦ ἀνδρὸς παρουσίᾳ πρὸς τὸ εὐθυμότερον μετατεθεὶς ἀνέκραγον, «σῶσον» εἰπών, «ὅστις εἶ, πρὸς θεοῦ ἡμῖν ἐν τούτοις χρειωδῶς ἀπεσταλμένε, καὶ τῆς παρούσης ἀνάγκης ἐξάρπασον.
48.3.1
λήψῃ δὲ παρ' ἡμῶν ταύτης τῆς χάριτος ἕνεκεν ἄξια τῆς ζωῆς ἡμῶν λύτρα, καὶ ὧν οὐδὲν ἐξ ἴσου κατὰ πᾶσαν ἣν ἥλωτε τήνδε τὴν πόλιν ἐν ἄλλοις τισὶν εὑρεθήσεται.» 48. 4 ἐκεῖνος οὖν «θαρσεῖτε» ἔφη, «καὶ τοῦ θανάτου τῆς ἐννοίας ἀπόσχεσθε, καὶ πρὸς τὸ εὐθυμότερον ἑαυτοὺς μεθαρμόσατε.
48.5.1
ἐγὼ δέ» φησι «καὶ τοὺς Αἰθίοπας πείσω τὰ αὐτά μοι συνθέσθαι, καὶ μέχρις αὐτοῦ τοῦ καθηγουμένου παντὸς τοῦ στρατοῦ ὑμᾶς ἀπάξω πρὸς τὸ καὶ ὑπ' ἐκείνου λαβεῖν τὴν περὶ τοῦ ζῆν πληροφορίαν.
48.6.1
μόνον αὐτοὶ τὰ ὑποσχεθέντα πληρῶσαι πρὸς ἀλλήλους διανοήθητε· εἰ γάρ τι τῶν παρ' ὑμῶν λεχθέντων μὴ πρὸς ἔργον ἀχθῇ, ταῖς μαχαίραις ταύταις κριθήσεται.» 48. 7 ὡς οὖν ταῦτα ἔλεγεν, εὐθὺς ὁ πατὴρ ὁ ἐμὸς σὺν τοῖς ῥηθεῖσι δυσὶν ἀδελφοῖς καθ' ἡμᾶς γενόμενοι, καὶ τοῖς ποσὶ τούτου τὰς κεφαλὰς προσερείσαντες, ἐδέοντο τὴν αὐτὴν ἐμοὶ πληροφορίαν λαβεῖν, βεβαιούμενοι πληρώσειν ἑτοίμως ὅσα ἐγὼ προκατεῖπον.
48.8.1
θᾶττον οὖν ἐκεῖνος πάντα ἃ παρ' ἡμῶν ἠκηκόει ταῖς τῶν ἄλλων ἐνθέμενος ἀκοαῖς, καὶ τούτῳ μάλιστα ᾧ κατ' ἀρχὰς ἐγὼ περιέτυχον ἕκαστα προσειπών, λόγον τε πείσας ἔνορκον ἡμῖν παρασχεῖν, οὕτως μηδὲν παρῄνει τοῦ λοιποῦ δεδιέναι.