De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Ἔστιν οὖν ἡ πόλις, ὡς εἴρηται, μεγάλη τε καὶ εὐρεῖα, τείχεσι καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη, θαλάσσιον ἔχουσα κόλπον ἐκ νότου καθηπλωμένον, ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν πορείαν παρέχεται.
4.2.1
ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν, ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον, ταῖς ἐκ πνευμάτων παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν.
4.3.1
ὃν ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας διά τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν, συναπεῖρξεν ἐκ τοῦ πρὸς θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα.
4.4.1
ἡ θάλασσα γὰρ τῷ βυθῷ φυσωμένη καὶ τὴν ἐκδρομὴν πρὸς τὴν χέρσον ἐρευγομένη, τῷ διαφράγματι τοῦ τῇδε τείχους κωλυομένη, μὴ ἔχουσα τίνι τὴν ἀπειλὴν ἐπαφήσει, χωρεῖ τοῖς ἐφ' ἑκάτερα τοῦ τείχους μέρεσι, καὶ τὸ ὕδωρ ἠρέμα πως ὀλισθῆσαν ζάλης ἁπάσης ἐκτὸς τὸν τοιοῦτον ὅρμον διατηρεῖ.
4.5.1
ὁ δὲ δὴ κόλπος ἐκ τῆς μεγάλης θαλάσσης ἀποτμηθεὶς διά τινος αὐχένος, ἀγκῶνος δίκην προβεβλημένου καὶ ἐπὶ μήκιστον τοῖς ὕδασι διικνουμένου, ὃν οἱ κατὰ χώρας Ἔκβολον ὀνομάζουσι διὰ τὸ πόρρω που τοῖς ὕδασιν ἐκβεβλῆσθαι, στενούμενός τε πρὸς τὴν ἑτέραν ἐξ ἐναντίας χέρσον τῇ τοῦ αὐχένος τούτου καινοτομίᾳ, ἕτερος λιμὴν πελάγιος γίνεται· 4. 6 ἐξ οὗ δήπερ ἀγκῶνος μέχρις αὐτοῦ τοῦ τείχους τῆς πόλεως κύκλον πανευπρεπῆ τὸ ὕδωρ μιμεῖται, τοῖς ἐφ' ἑκάτερα μέρεσιν ἐπὶ πολὺ ἐκτεινόμενον καὶ πρὸς τὴν πόλιν κατὰ βραχὺ συστελλόμενον.
4.7.1
καὶ ἀφορᾷ μὲν ὁ κόλπος ἐκ νότου τὴν λοιπὴν θάλασσαν, ἀφορᾷ δὲ τοῦτον ὁμοίως ὁ λιμὴν καὶ τὸν λιμένα ἡ πόλις.
4.8.1
ἀλλ' ὁ μὲν λιμὴν τέτρασι γωνίαις ἐμπεριείληπται, ὁ δὲ κόλπος ἐστὶ περιφερής, τὸ κύτος ἔχων διὰ πλείστου βάθους χωροῦν, τὰ πέρατα δὲ καὶ πρὸ πολλοῦ τῆς χέρσου τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα.