De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1.1
Ὡς οὖν μετὰ τοῦ πλήθους γενόμενος καὶ αὖθις ἐγώ, καὶ τόδε τὸ κακὸν διαδράς, τὴν εὐχαριστίαν πρὸς τὸν θεὸν ἐποιούμην, λαβόμενός τε σχολῆς τὴν τοῦ νώτου πληγὴν κατενόουν, αἰφνιδίου πάλιν δευτέρας πληγῆς ἐπῃσθόμην, πλέον ἢ πρότερον ὀδύναις βληθείς.
50.2.1
ὁ γὰρ τολμηρὸς ἐκεῖνος, οὐκ οἶδ' ὅθεν ἄλλοθεν ἐπιστάς, ὤθισέ μοι κατὰ πλευρὰν ἐκ τῆς ὀπίσω τὸ ξίφος, δεινὸν ἀλαλάξας καὶ τὸ ἀκάθεκτον τοῦ τρόπου τῇ φωνῇ παραστήσας.
50.3.1
ὡς εἰπεῖν συνόντι μοι τῷ ὑπερμαχοῦντι ἀνδρὶ «τίνος χάριν τῆς ἐμῆς μόνης ζωῆς ἠφειδήσατε καὶ τῷ βαρβάρῳ τούτῳ» συστραφεὶς καὶ τὸν Αἰθίοπα δείξας «πρὸς θάνατον ἐκδεδώκατε;
50.4.1
τοῦτο γνόντες ἔστε, ὡς εἰ μὲν κοινῇ πάντες, οὓς τοῖς ὅρκοις ἐβεβαιώσασθε, τὸν θάνατον διαφύγοιμεν, πέρας λάβοι καὶ ἅπερ ἡμεῖς ὑπεσχόμεθα· εἰ δ' ἑνί γέ τινι τύχοι δι' ἀμέλειαν ἐπιστὰς θάνατος, πάντες τῷ ἐκείνου πτώματι τὴν ζωὴν συμπεράνωμεν καὶ οὐδενὸς ὑμεῖς τῶν ἐλπιζομένων ἐντεύξησθε.
50.5.1
ἀλλ' εἴπερ μὴ πρὸς ἀπάτην ἀλλ' ἀληθὴς γέγονεν ὁ διὰ μέσου προτεθεὶς ὅρκος, πάσῃ μηχανῇ τὸ ἀσφαλὲς ἡμῖν συντηρήσατε, καὶ εὖ ἴστε πάντα καὶ ἡμᾶς πληρώσειν ὅσα πρὸς ὑμᾶς συνεθέμεθα.» 50. 6 ταῦτα ἐκεῖνος ἀκηκοὼς καὶ τοῖς περὶ αὐτὸν γνωρίσας ἔπεισε πάντας ἐφορμήσαντας κατὰ τοῦ δυσμενοῦς μακρὰν αὐτὸν ἀπελάσαι· οἳ δὴ καὶ κυκλώσαντες ἡμᾶς ἔκτοτε σχολαιοτέρως ἐβάδιζον.