Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 51 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1.1
Ἤλθομεν δὲ κατά τινα τόπον ἔνθα μονή τίς ἐστι παρθένων ἀσκουσῶν γυναικῶν, ἥτις πάλαι τοῦ Ἀκρουλλίου κατονομάζεται.
51.2.1
καὶ πάλιν ἄλλῃ τινὶ κουστωδίᾳ βαρβάρων ἐντυχόντες κατὰ τὴν προαυλαίαν οἱ μεθ' ἡμῶν βάρβαροι καί τι μικρὸν συστάντες αὐτοῖς ἔδοξαν εἴσω χωρεῖν ὥς τι σπουδαῖον τοπάσαντες ἐφευρεῖν.
51.3.1
συνειπόμεθα 51. 3 δὲ τούτοις καὶ ἡμεῖς, τοὺς παρόντας ὑποβλεπόμενοι καὶ μή πω τὰς ψυχὰς τῆς προτέρας σκοτοδίνης ἀπαγαγόντες.
51.4.1
ὡς οὖν εἰσῄειμεν τοῦ ναοῦ τὰ προπύλαια ὃς τοῦ ἁγίου ἐπικέκληται Γεωργίου, ὁρῶμέν τινα βάρβαρον σκιμποδίῳ ἐγκαθεζόμενον, ἀνασπάσαντά τε τὰς ὀφρύας ξίφος τε κατέχοντα γεγυμνωμένον, καὶ ἀτενὲς τοὺς ἑστῶτας βλέποντας εἰς αὐτόν, εἴ τι καὶ βούλοιτο πράττειν, ἑτοίμους εἶναι ταῖς ὁρμαῖς ὑπεμφαίνοντας.
51.5.1
ὡς οὖν κατ' αὐτὸν ἐγενόμεθα, ἤρετο τοὺς περὶ ἡμᾶς τίνες ἐσμὲν καὶ ποίᾳ προφάσει τὸν θάνατον διεφύγομεν.
51.6.1
οἱ δὲ πάντα συντόμως ἐξεῖπον, καὶ τῶν νώτων ἡμῶν λαβόμενοι πρηνεῖς τοῖς ποσὶν αὐτοῦ τῷ ἐδάφει προσέρρηξαν.
51.7.1
ὁ δὲ τὸ ξίφος, ὅπερ ἔτυχε ταῖς χερσὶ κατέχων, ἑτέρως ἢ ὡς πέφυκε τέμνειν ἀνθυποστρέψας, ἐπάταξε ταῖς κάραις ἐφάπαξ καθ' ἕνα ἡμῶν.
51.8.1
εἶτα ἀνίστασθαι καὶ θαρρεῖν ἐκέλευε, καὶ «τοῦτό» φησι «τῆς ἀσφαλείας τεκμήριον ἔχοντας μηδὲν τοῦ λοιποῦ δεινὸν ὑμᾶς ὑποπτεύειν παρεγγυῶ.» 51. 9 τοῖς παρεστῶσι δὲ βαρβάροις τοῦ ναοῦ τὰς πύλας, αἳ τέως ὑπῆρχον κεκλεισμέναι, προστάξας ἀναρριπίσαι, τῆς καθέδρας ἐξαναστὰς καὶ τὸν ἐμὸν πατέρα τῇ λαιᾷ ταῖν χεροῖν, τῇ ἑτέρᾳ δὲ τῶν ἀπ' ἐμοῦ δύο ἀδελφῶν ἕνα κατέχων, ἔνδον εἰσῄει τοῦ σεβασμίου σηκοῦ.
51.10.1
ὁ δὲ ἦν ἅπας πεπληρωμένος ἐλεεινῶν ἀνθρώπων ἐν αὐτῷ προκαθειρχθέντων, τριακοσίων περί που τὸν ἀριθμόν, ὡς ἐν ὑστέρῳ κατεμανθάνομεν.

Intertext edge

Open linked passage

Note