Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 52 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1.1
Οὐκ ὀλίγον δὲ καὶ μιαιφόνων πλῆθος τῷ δυσμενεῖ συνεισῆλθεν.
52.2.1
ἀλλ' ἐκεῖνος εὐθὺς εἰσπηδήσας ἀνῆλθεν ἐπάνω τοῦ καθηγιασμένου βωμοῦ, ἐν ᾧ παρὰ τῶν ἱερέων ἡ μυστικὴ τελεῖται λατρεία· 52. 3 καὶ τοὺς πόδας συμπλέγδην ἐν ἀλλήλοις ἀνθυποστρέψας, ὡς ἔθος ἐστὶ τοῖς βαρβάροις, ἐκάθητο γέμων θυμοῦ καὶ ἀπονοίας, τόν τε δῆμον τῶν ἀνδρῶν ἐκείνων περισκοπῶν, καὶ ἅπερ ἐβούλετο δρᾶν, τῇ κακεντρεχείᾳ τῶν φρενῶν διοικούμενος.
52.4.1
τὸν ἐμὸν δὲ πατέρα καὶ ἀδελφὸν ἑκατέραις διαλαβὼν ταῖς χερσί, καὶ ἡμᾶς αὐτοῦ που πρὸς τῇ εἰσόδῳ φυλάττεσθαι παρὰ τῶν ἑλόντων ἐγκελευσάμενος, νεύματι τοῖς βαρβάροις ἀνελεῖν ἐκείνους προσέταττεν.
52.5.1
οἳ δὴ τὸ τάχος καθάπερ ἀτίθασοι λύκοι θήρας ἐπιτυχόντες, οὕτως ἠπειγμένως καὶ ἀνηλεῶς τοὺς ἀθλίους κατέτεμον.
52.6.1
ἔτι δὲ τῷ θυμῷ ζέοντες, τί καὶ περὶ ἡμῶν ἐθέλειν αὐτοὺς πράττειν, πρὸς τὸν δεινὸν ἐκεῖνον δικαστὴν ἀπεσκόπουν.
52.7.1
ἀλλ' ἐκεῖνος μὲν τῆς καθ' ἡμῶν αὐτοὺς τέως ἐπιχειρήσεως διεκώλυσεν, ἐδόκει δὲ ἡμῖν αὐτόθι φυλαττομένοις τόν τε πατέρα καὶ τὸν ἐμὸν ἀδελφὸν τοῖς κειμένοις συναναιρεθῆναι καὶ μόνους ἡμᾶς φειδοῦς ἀξιωθῆναι.
52.8.1
πάλιν ἐκείνοις περὶ ἡμῶν αὐτὸ τοῦτο, τῷ βωμῷ φυλαττομένοις, λογίζεσθαι ἐπήρχετο. πλὴν οὐκ εἴχομεν ᾧτινι πέρατι τὴν περὶ ἀλλήλων στῆσαι ἀμφιβολίαν.
52.9.1
ὡς γὰρ ἔληξεν ὁ κατ' ἐκείνους τοὺς δυστυχεῖς φόνος, πεπλήρωτο δὲ τὸ ἔδαφος ἅπαν νενεκρωμένων σωμάτων, μέσον δὲ τούτων ἐλίμναζεν ἡ πλήμμυρα τοῦ αἵματος· οὐκ ἔχων ὅπως ὁ μιαιφόνος ἐκεῖνος πρὸς τὸ ἐκτὸς γένηται, ἄλλο κατ' ἄλλο τὰ πτώματα τῶν κειμένων τοῖς ἑκατέρωθεν τοῦ ναοῦ περιδρόμοις ἐπιτεθῆναι διεκελεύσατο.
52.10.1
οὗ δὴ καὶ γενομένου θᾶττον εὐθὺς αὐτὸν τοῦ βωμοῦ καταπηδήσαντα, καὶ πάλιν τὸν ἐμὸν πατέρα καὶ ἀδελφὸν ἑκατέραις χερσὶν ἐναγκαλισάμενον γενέσθαι μέχρις ἡμῶν.
52.11.1
τοσαύτη δὲ ἦν ἡ ἐκδειματώσασα τὰς ψυχὰς ἡμῶν τῶν θεαμάτων ἐκείνων ἀχλύς, ὧν τε ἐν ἐκείνοις κατείδομεν καὶ ὧν ἐν ἡμῖν αὐτοῖς ἐτοπάσαμεν, ὡς ἐν τοσαύτῃ πανολεθρίᾳ μόνοι διαφυγόντες τὸν θάνατον μηδέν τι τοῦ σκυθρωποῦ καθυφεῖναι, ἀλλὰ μόνον τοῖς προσώποις ἀλλήλων ἐνατενίζειν, ὥσπερ ἐκπληττόμενοι καὶ μηδὲ φωνὴν ἀφεῖναι τῷ πράγματι συγχωρούμενοι.
52.12.1
τοὺς πλείονας δὲ τῶν βαρβάρων ὁ σοβαρὸς ἐκεῖνος ἀποτεμόμενος, ἵππῳ ἐπιβὰς ἐφεστῶτι διέπτη ἐκ μέσου ἡμῶν, προστάξας καὶ αὖθις συλλαβεῖν ἡμᾶς καὶ πρὸς τὸν λιμένα τῆς πόλεως σπουδῇ θέειν· 52. 13 αὐτόθι γὰρ κατασπεύδειν καὶ ἑαυτὸν ἔφη.

Intertext edge

Open linked passage

Note