Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 53 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1.1
Παραλαβόντες οὖν ἡμᾶς ἦγον ὡς τάχιστα, πᾶσαν ἡμῖν πανταχόθεν ἀσφάλειαν περιποιούμενοι.
53.2.1
καὶ πολλαχοῦ τῆς ὁδοῦ περιεπίπτομεν πολλοῖς πλήθεσι τῶν εἰσρεόντων βαρβάρων, πάντων φόνον πνεόντων· καὶ οὐ μικρὸν ἦν ἔργον λανθάνειν τούτους, εἰ καὶ ὅτι ῥώμῃ πολλῇ σωμάτων καὶ οἱ προειληφότες ἡμᾶς Αἰθίοπες ὑπῆρχον ἀνεσταλμένοι, καὶ οὐδὲν ἦν ὃ καταπτῆξαι ἢ τῆς ὁρμῆς αὐτοὺς ἐνδοῦναι τὸ παράπαν δυνάμενον.
53.3.1
πλὴν οὐ μετ' ὀλίγου καμάτου καὶ ἀγωνίας τὸν ῥηθέντα λιμένα τῆς πόλεως κατελάβομεν.
53.4.1
αὐτόθι γὰρ ἔτυχεν ὢν καὶ ὁ τῶν πολεμίων τοῦ στρατοῦ καθηγούμενος, ᾧ δὴ καὶ ἀνηγγέλη τὰ καθ' ἡμᾶς ὑπὸ τῶν συνόντων βαρβάρων, γνωρισάντων καὶ τὴν αἰτίαν δι' ἣν μόνους ἡμᾶς ἐκ πάντων τῶν προστυχόντων περιεσώσαντο.
53.5.1
ὃς ἐξ αὐτῆς ἕνα τινὰ τῶν σὺν αὐτῷ τῆς καθέδρας ἐξαναστήσας καὶ τοῖς ἑστῶσιν ἐπισυνάψας τοιαύτην δέδωκε καθ' ἡμῶν αὐτῷ ψῆφον, ὡς εἰ μὲν ἀληθῆ φανεῖεν ὅσα τοῖς βαρβάροις ἐν τῷ τείχει προϋπεσχόμεθα, ἔργοις αὐτοῖς πληρούντων τὰς ὑποθήκας, καὶ φειδοῦς ἀξιωθῆναι καὶ πρὸς αὐτὸν πάλιν ἀνθυποστρέψαι· 53. 6 εἰ δέ γε μηδὲν τοιοῦτον ἀληθῶς λεχθὲν εὕροιεν, ἀλλ' ἢ προαπολωλεκότας τὰ χρήματα, ἢ τὸν θάνατον δεδιότας ἅπαντα ψευσαμένους καὶ ὥσπερ τὴν πρώτην ἔντευξιν ἀποκρούσασθαι διὰ τὴν ἀνάγκην τοῦ καιροῦ σοφισαμένους, τοῖς ξίφεσιν ἕνα ἕκαστον ἐκεῖσε διελόντας τῆς ζωῆς ἀπαλλάξαι.
53.7.1
παραχρῆμα οὖν καὶ πάλιν μέσους ἡμᾶς διαλαβόντες ἄγειν ἐπέταττον, ἔνθα δὴ τεταμιεῦσθαί φασιν ὑφ' ὑμῶν προεδηλώθη τὰ χρήματα, ἐξειπόντες καὶ τὴν καθ' ἡμῶν ἐξενεχθεῖσαν ἀπόφασιν, καὶ ὡς εἴ τι τυχὸν τῶν λεχθέντων μὴ πρὸς ἔργον ἀχθείη, τοῖς ξίφεσι τούτοις διακριθήσεται.
53.8.1
δέος οὖν ἡμῶν καὶ τότε μᾶλλον ἢ πρότερον ἐπεισῄει, τάχα μή πού τις τῶν οἰκετῶν ἢ τῶν προπειραθέντων τοῦ τόπου, παραπλησίᾳ περιτυχὼν ἀνάγκῃ καὶ θέλων καὶ αὐτὸς τὸν ὄλεθρον ἐκφυγεῖν, προεσήμανε τὴν δαψίλειαν τῶν κεκρυμμένων, καὶ μάτην εὑρέθημεν ἡμεῖς τοσαύταις μηχαναῖς τὴν ἑαυτῶν ζωὴν συντηρούμενοι.

Intertext edge

Open linked passage

Note