De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Ἀλλ' οὔπω ταῦτα βεβαίως ἔχοντες σκοπεῖν, πεφθάκαμεν τὸν τόπον οὕτως ἔχοντα καθὼς ἐν τῷ καιρῷ τῆς φυλακῆς ἐσημειωσάμεθα· 54. 2 ὑφ' ἑνὶ γάρ τινι κρυφιώδει ταμείῳ, ὅσοιπερ ἂν ἦμεν κατὰ συγγένειαν ἀγχιστεύοντες, προαποθεῖναι τὰ ἑαυτοῦ ἕκαστος, ὥσπερ τοῦ μέλλοντος μαντευόμενοι, συμφερόντως ἐβουλευσάμεθα.
54.3.1
οὗ καὶ τὴν ἔξοδον τοῖς βαρβάροις καθυποδείξαντες, ἥτις ἦν λιθίνῃ πλακὶ κατησφαλισμένη, ἱστάμεθα τῶν πολλῶν λογισμῶν τὰς ψυχὰς περιάραντες.
54.4.1
ᾔδειμεν γὰρ μηδὲν τοῦ λοιποῦ δεδιέναι χάριν τῆς ὑποσχέσεως, τοὐναντίον μὲν οὖν καὶ συμπαθείας τυχεῖν τῷ πλήθει τῆς ἐπιδόσεως.
54.5.1
ὡς γὰρ ἐκεῖνοι τῶν κρυφίων ἐπέτυχον, εὐθὺς ἀπὸ τοῦ ὀργίλου πρὸς τὸ περιχαρὲς μετεβάλλοντο καὶ ἡμῖν διευθυμεῖσθαι προσέταττον.
54.6.1
«τούτοις γὰρ» ἔφασκον «κατηγγύησθε τὴν σωτηρίαν, καὶ διὰ τούτων ὑμῖν τὸ ζῆν κεχάρισται σήμερον.
54.7.1
ἀλλ' ἀπέλθωμεν δὴ καὶ πρὸς τὸν ἡγούμενον τοῦ στρατοῦ, ὡς ἂν καὶ παρ' αὐτοῦ τελείαν δέξησθε τὴν ἀσφάλειαν.» 54. 8 ἦγον οὖν πάλιν ἡμᾶς ἐκεῖθεν τὴν ὡς αὐτόν, περιεπίπτομεν δὲ φοβεροῖς τισι καὶ παραδόξοις θεάμασιν.
54.9.1
ἔκειντο γὰρ τὰ σώματα τῶν ἀνῃρημένων ἔτι τοῦ λύθρου ἐναποστάζοντα, φρικτὸν ὅραμα, πᾶσα ἡλικία τῶν ἀνθρώπων μιᾷ ψήφῳ τὸν διὰ ξίφους κατακριθεῖσα θάνατον καὶ μετὰ τῶν ἄλλων καὶ ταφῆς ἀμοιροῦσα.
54.10.1
κατεχεῖτο δὲ κατὰ παντὸς στενωποῦ περιρρέων ὁ οἶνος 54. 10 καὶ τοῖς αἵμασι τῶν πεπτωκότων ἀνακιρνώμενος ἅπαν τὸ ἔδαφος τῆς πόλεως κατεμέθυσκεν.
54.11.1
παριόντες οὖν ἐσκοποῦμεν, καὶ εἴ πού τινα τῶν ποτε γνωρίμων ἢ φίλων μεταξὺ τῶν ἄλλων νεκρῶν ἀπηκριβωσάμεθα, ἠρέμα μόνον τοῖς στεναγμοῖς πρὸς ἀλλήλους τοῦτον διεσημαίνομεν.
54.12.1
σχολὴ δ' οὐκ ἦν ἢ θρηνῆσαι τοῦτον ἢ χαρίσασθαί τι τῆς ποτε φιλίας τῷ καιρῷ χρήσιμον· ἀλλ' ἢ μόνον ἄπρακτα τῷ κειμένῳ περιαλγήσαντες πάλιν περὶ τῶν καθ' ἑαυτοὺς ἐσκεπτόμεθα.