Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 55 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
55.1.1
Ἤδη δὲ φθασάντων ἡμῶν τὸν λιμένα παρέστημεν τῷ τυράννῳ, ὅτε καὶ τοὺς τῶν νηῶν ἀρχηγέτας ἐκκλησιάσας τῆς καλουμένης εὐχῆς ἐθρήσκευε τὴν δυσσέβειαν· ὃς μετὰ τὴν συμπλήρωσιν ἐκείνης τῆς τελετῆς ἀχθῆναι ἡμᾶς κατὰ πρόσωπον τοῖς ἐφεστῶσι διεκελεύσατο.
55.2.1
ὡς οὖν ἤχθημεν, ἐπυνθάνετο τὸν πατέρα, «εἰ ἐπίσκοπός» φησι «τυγχάνεις τῆσδε τῆς πόλεως;» 55. 3 ἐτεκμαίρετο γὰρ ὅσον ἐκ τῆς ἐσθῆτος οὐδὲν ἀλλοῖον ἔχειν τοῦ ἀξιώματος.
55.4.1
ὁ δέ «οὔκ εἰμι» ἔφη «κληρικὸς δὲ καὶ τῆς ἐκείνων εὐχῆς προσδεόμενος.» 55. 5 ἄλλος δέ τις ἐγγύθεν ἑστώς, ὃς ἦν ἀρχηγὸς τοῦ ἑτέρου στρατοῦ, πρὸς αὐτὸν ἔφη «ἐπίσκοπος μὲν οὔκ ἐστιν οὗτος, κατ' οὐδὲν δὲ διαφέροντα βαθμὸν ἐκείνοις κεκλήρωται· ἔξαρχον γὰρ αὐτὸν ἴσμεν τῆς Ἑλλάδος ἁπάσης, οὐδὲν τῆς τιμῆς ἐκείνων καθυστερίζοντα.» 55. 6 «οὗτος δὲ τίς ἐστι;» τῷ δακτύλῳ σημάνας ἐμέ.
55.7.1
«υἱός ἐστι τοῦδε,» καὶ αὖθις ὁ παρεστὼς ἔφη, «κληρικὸς καὶ αὐτός, καὶ τῶν ἐν τοῖς οἴκοις τῶν βασιλείων τεταγμένων εἷς.
55.8.1
οὗτοι δὲ ἀδελφοὶ τυγχάνουσι τοῦδε,» τοὺς ἀπ' ἐμοῦ δύο παραδηλώσας, «ἄμφω δὲ υἱοὶ τοῦδε τοῦ προεστῶτος, διαφόρως μὲν ἀποτεχθέντες αὐτῷ, ἄγοντες δὲ καὶ διάφορον ἡλικίαν.» 55. 9 «ὁ δὲ συνὼν αὐτοῖς οὗτος ὁ γηραιὸς τίς ἂν εἴη;» πάλιν ὁ δεινὸς ἤρετο δικαστής.
55.10.1
«ἀδελφὸς ἐμός,» προλαβὼν ὁ πατὴρ ἀπεκρίνατο, νεύματι κἀκεῖνον συνθέσθαι πρὸς τὴν πεῦσιν ἀναδιδάξας.
55.11.1
ἐπειδὴ δὲ τούτων ἀκήκοε, καθεσθῆναι πάντας προσέταξε, καὶ ἑαυτὸν τῶν ἄλλων ἀποτεμόμενος ἡσυχῇ πρὸς ἡμᾶς ἔφη:
55.12.1
«πάσης ὑμᾶς πονηρᾶς ὑποψίας ἐκτὸς εἶναι βούλομαι· τό τε γὰρ ἀόπλους τοῖς εἰληφόσιν ἐντυχεῖν καὶ τὸ νῦν ἐν ὄψεσι ταῖς ἐμαῖς προτεθὲν χρημάτων πλῆθος τὴν ζωὴν ὑμῖν, ἥτις δυσέλπιστός ἐστι τοῖς πολλοῖς, ἐχαρίσαντο, καὶ οὐκ ἔστιν ὑμῖν ὑπόνοια τοῦ λοιποῦ θανάτου ἐξ ἐπιβουλῆς, οὐδέ τις ἄλλη ἐπήρεια παρὰ τῶν ἐμῶν ὑπηκόων.
55.13.1
ἀλλ' ἄπιτε τὰ συμφέροντα συμβουλεύοντες ἑαυτοῖς, χρηστάς τε παραζευγνύντες ἐλπίδας.
55.14.1
οὕτω γὰρ ἡμᾶς φθάσαι τὴν Συρίαν γενήσεται, καὶ πρὸς τὴν Ταρσὸν εὐθέως πόλιν τῆς Κιλικίας ὑμᾶς διαπέμψω τηρηθησομένους σὺν τοῖς ἐκεῖ φρουρουμένοις μέχρι τῆς προσδοκωμένης καταλλαγῆς, ἀντίλυτρον ἔχοντας τοὺς ὑπὸ τῶν Ῥωμαίων καιροῖς οὐκ ὀλίγοις ἑαλωκότας ὁμοεθνεῖς ἡμῶν Ἀγαρηνούς, ὧν ἀφικομένων καὶ ὑμεῖς τῶν δεσμῶν λυθήσεσθε καὶ τὰ οἰκεῖα ἕκαστος ἀπολήψεσθε.» 55. 15 οὕτως ἔφη, καὶ πρὸς τοὺς ὑφ' ἑαυτὸν πάλιν ὑποστραφεὶς τὰ περὶ ἡμῶν διεξῄει, βαρβαρίζων τὰ πλεῖστα.
55.16.1
οὐδὲν δὲ τέως ἐλάνθανεν ἡμᾶς, τὸν κατ' ἀρχὰς περισώσαντα εἰσέτι μέσον ἡμᾶς περιάγοντα καὶ πάντα ἐξ ἐκείνου μανθάνοντας.

Intertext edge

Open linked passage

Note