De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
Τόπῳ δέ τινι τῇ θαλάσσῃ περικλυζομένῳ καθεσθέντας ἀσφαλῶς ἡμᾶς τηρεῖσθαι προσέταξεν.
56.2.1
οὗ δὴ γενομένου πρῶτον τῆς ἐλπίδος τοῦ θανάτου τέλεον τὰς ψυχὰς μετηγάγομεν καὶ τῇ θεϊκῇ προνοίᾳ τὰ ἑξῆς ἐπετρέπομεν.
56.3.1
ἐπήρχετο δὲ τότε τοῖς λογισμοῖς ἡμῶν, ὥσπερ ἄρτι τοῦ κακοῦ τὴν ἀρχὴν ἀναθεωροῦσιν, ἡ τῶν οἰκείων φροντίς, νύττουσα τὰς καρδίας ἡμῶν μᾶλλον ἢ τὰ κυκλοῦντα ξίφη, πῶς ἄρα ἢ κατὰ ποῖον τεθνήκασι τρόπον, ἢ τίνες αὐτῶν τοῦ κινδύνου διεκφυγόντες εἰς τὴν ὁμοίαν ἡμῖν ἀπαγωγὴν ἐκρίθησαν.
56.4.1
ὅμως οὐδ' οὕτως εἴχομεν ἀσφαλῶς περὶ τούτων γνῶναι διὰ τὸ πρόσφατον γεγονέναι τῶν πολεμίων τὴν εἴσοδον, καὶ πάντα μετὰ κραυγῆς ἀσήμου καὶ θορύβου τυγχάνειν, καὶ πολὺ πλῆθος εἴσω τοῦ λιμένος ἐνστρέφεσθαι τῶν τε ἐκ τῆς πόλεως χειρουμένων καὶ αὐτῶν δὲ τῶν βαρβάρων, πῇ μὲν ἐγκωμιαζόντων τὰ σκῦλα, πῇ δὲ γυναῖκας καὶ ὑπομάζια βρέφη ἐκ παντὸς τόπου καὶ πάσης οἰκίας βιαίως ἐφελκομένων, ἐλεεινὸν ὀδυρόμενα καὶ τὴν στέρησιν τῶν μητέρων γοερὸν κλαυθμυρίζοντα, ἄλλων τῶν ἀρχόντων τινὰς ἢ τῶν περιφανῶν πλουσίων κατά τινας παραπλησίους ἡμῶν αἰτίας τὸν ὄλεθρον διακρουσαμένους ἀνηλεῶς ἐπισυρομένων· 56. 5 ἤδη γὰρ καὶ αὐτὸς ὁ πρὸς τοῦ βασιλέως σταλεὶς Νικήτας, ἀλλὰ μὴν καὶ ὁ τῆς περιχώρου στρατηγὸς χειρωθέντες ὑπῆρχον ἔν τισι ναυσὶ βαρβαρικαῖς φυλαττόμενοι.
56.6.1
διά τοι ταῦτα οὐδὲν πλέον ἢ πρὸ τοῦδε περὶ τῶν οἰκείων φροντίζοντες ὠφελοῦμεν.