De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1.1
Ἀλλ' ἦν ἰδεῖν ἐπὶ τοῖς πραττομένοις καί τι καινότερον, τὰς ἡλιακὰς ἀκτῖνας τοῦ κατὰ φύσιν παρατραπείσας καὶ τῷ καύσωνι τῶν πειρασμῶν συνεκταθεῖσαν καὶ τοῦ καιροῦ τὴν ἐπίτασιν, ὡς ἐν ὀλίγῃ ῥοπῇ πελιδνωθῆναι τὰς τῶν ἀνθρώπων ὄψεις καὶ πρὸς τὴν συμφορὰν μεταβάλλεσθαι, πάντας δὲ ὁμοίως ἐφίεσθαι καὶ ἀπορεῖν ῥανίδος μιᾶς ὕδατος τούς τε ἐντελεῖς τὴν ἡλικίαν καὶ τοὺς ἔτι κομιδῇ νέους, οὐδὲν ἕτερον ἀλλ' ἢ μόνον ἀναψῦξαι μικρὸν τὴν συνέχουσαν δίψαν ἐπιζητοῦντας, καὶ οὐδὲ τούτου τυγχάνοντας.
57.2.1
ἀλλ' ἐν τούτοις τὸ τῆς ἡμέρας ἐκείνης περιῆλθε διάστημα, πάντων προστάξει τοῦ δυσωνύμου θηρὸς κατὰ διαφόρους τόπους σωρηδὸν ὑπὸ τῶν βαρβάρων ἀφορισθέντων, οἷς καὶ φύλακας ἐφήδρευσαν ὑποβλέπεσθαι τούτους διὰ πάσης νυκτός, μή πού τις ἐκ μέσου διαδρᾶναι δυνηθείη.
57.3.1
καὶ ἡμῖν δὲ αὐτοῖς ᾧπερ ἦμεν φυλαττόμενοι τόπῳ συμμιγῆναι προσέταξε τῶν ἁλόντων ἄνδρας ὡσεὶ πεντήκοντα, ὧν οἱ πλείους καὶ τραυματίαι ἐτύγχανον, τὰ ἴχνη τοῦ θανάτου τοῖς σώμασι περιφέροντες καὶ μηδὲ τοῖς ἑξῆς θαρρεῖν ἔχοντες· 57. 4 ἐκ μέσου γὰρ αὐτῶν μέχρι δέκα τὸν ἀριθμὸν λαβόντες ἐναπέσφαξαν, καὶ οὐδὲ τούτοις ὑπῆρχον ἐν ἀσφαλείᾳ αἱ περὶ τοῦ ζῆν τέως ἐλπίδες, ἀλλ' ἐκλονοῦντο καὶ διεθρύπτοντο τὴν ὁμοίαν τοῖς κειμένοις ἀπόφασιν περιμένοντες.
57.5.1
ἀλλ' ἐπειδή, καθὸ λέλεκται, τὰ περὶ τούτων τέλη παρ' ἑαυτῆς ἔφθασεν ἡ νὺξ διακόψασα, ἐσόβουν τινὲς τῶν βαρβάρων περιερχόμενοι καί τισι κυμβάλοις κτυποῦντες καὶ ἀλαλάζοντες, ἕως πάλιν ἔφθασεν ἐπιστὰς ὁ ὄρθρος, ὀδυνηρὰν προσδοκίαν τοῖς ἐν ὑποψίᾳ θανάτου μεθ' ἑαυτοῦ κομιζόμενος.
57.6.1
ἀλλ' οὐδὲν πλέον ἡ διὰ ξίφους ὡς ἡ διὰ τῆς δίψης πάντας ἀνήλισκεν, ᾗ καὶ σφοδρῶς πιεζόμενοι ἐδεόμεθα τοῖς συνοῦσι κἂν τῶν διερχομένων ὑδάτων τῷ τόπῳ μεταλαβεῖν καί τινος βραχείας μετασχεῖν ἀνοχῆς.
57.7.1
οἱ δὲ πρὸς τοῦτο ἐνένευον, οὐχ ὅτι τινὶ συμπαθείᾳ περὶ ἡμᾶς ἐκέχρηντο (πῶς γὰρ οἱ ταῖς σφαγαῖς ἐντρυφῶντες καὶ θάνατον ἀποπνέοντες;), ἀλλ' ὅτι τὸ ὕδωρ ἐκεῖνο τῆς πόλεως ὂν ἁπάσης τῶν ἀφέδρων ἀπόρροια ἱκανὸν ἦν καὶ δίχα πάσης ἄλλης ἐπιβουλῆς τοὺς μετέχοντας ἀπαλλάττειν.
57.8.1
πλὴν ὡς ἀπὸ χιόνος ἄρτι λυθείσης εἰλικρινὲς καὶ ἡδὺ πόμα, οὕτω μεθ' ἡδονῆς ἕκαστος τῷ στόματι τὴν σαπρίαν ἐκείνην προσέφερε καὶ τὴν κύλικα τῆς δυσωδίας μέλιτος πλήρη τοῖς λογισμοῖς ὑπελάμβανεν.