De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Ἐν τούτοις πάλιν ἀπόφασις ἐξήνεκτο παρὰ τοῦ τυράννου, περιέχουσα οὕτως «εἴ τις τῶν συλληφθέντων χρήματά που ταμιευσάμενος ἔχει, παρελθὼν ἐν μέσῳ τούτοις ὠνησάσθω τὴν σωτηρίαν· εἰ δέ τις μηδὲν ἔχων λύτρον τῆς ἰδίας ζωῆς φωραθείη, οὗτος τὴν κεφαλὴν τμηθεὶς τῶν ζώντων διαιρεθείη.» 58. 2 προσέταττε δὲ τοῦτο παρὰ τῶν βαρβάρων ἀκηκοὼς ὡς οὐκ ἄν τινα φειδοῦς ἠξίουν, ὅτε κατ' ἀρχὰς εἰσήλασαν ἐν τῇ πόλει, εἰ μή που παρ' αὐτῶν ἐκείνων ἐβεβαιοῦντο ἔχειν αὐτοὺς ἐν ἀποκρύφοις χρήματά τινα πᾶσαν δυνάμενα διαφυγεῖν ἔρευναν.
58.3.1
ὅσοι δὴ οὖν τῶν ἑαλωκότων ὑπῆρχον ἔχοντες εἴδησιν ἀκριβῆ περὶ ὧν ἦσαν προκεκρυφότες, εὐθέως ἐκδήλους ἑαυτοὺς καθίστων κατεπείγοντες τὴν δόσιν ὡς τῆς ζωῆς παραιτίαν· 58. 4 ὅσοι δὲ μηδὲν τοιοῦτον ἔχειν παρ' ἑαυτοῖς ἐπεγίνωσκον, ἀλλ' ἐπὶ ματαίαις μόνον ἐλπίσι τὰς συνθήκας ἐπλάσαντο, τὴν σφαγὴν ἐξεδέχοντο ἀναμφιβόλως τοῖς ἐνδεῶς ἔχουσι κεκριμένην.
58.5.1
τάττονται δὴ οὖν ἐπὶ τούτῳ τῶν βαρβάρων τινές, ὥστε τοὺς βουλομένους παρέχειν τὰ ἑαυτῶν ἐν ταῖς ἰδίαις ἀποφέρειν οἰκίαις, καὶ εἰ μὲν ἄξια ᾖ πλεονεκτικὸν ὀφθαλμὸν κορέσαι, σωτηρίας τε ἀξιοῦσθαι τούτους καὶ αὖθις τοῖς δεσμίοις ἐναριθμεῖσθαι, εἰ δ' εὐτελῆ τινα καὶ βραχέα καὶ οἷς οὐκ ἂν κρίνοιεν εὐδοκοῦντα τὸν ἀποστείλαντα, τῆς μαχαίρας γενέσθαι.
58.6.1
οὐκ ὀλίγος ἦν ἐκ τούτου πάλιν τοῖς χειρωθεῖσιν ὁ κίνδυνος, πολλῶν διακρινομένων ἐκ τῶν ἐχόντων ὕλην τινὰ περισπούδαστον.
58.7.1
ἐτελεῖτο δὲ ταῦτα ἐφ' ὅλοις νυχθημέροις δέκα, τῆς πληθύος ἀεὶ τῶν χρημάτων εὐφορουμένης ἀπὸ τῆς πόλεως, τῆς τε λοιπῆς ἀναγκαίας ὕλης, ὅση διὰ σηρικῆς ἐσθῆτος εὐπρεπὴς ἦν καὶ ὅση διὰ λίνου τοῖς ἀραχνείοις ἤριζεν ὑφάσμασιν, ὡς ὄρη καὶ βουνοὺς ἐκτελεῖσθαι τὰς τούτων σωρείας, ἄλλων ἐπ' ἄλλοις ἐπιτιθεμένων καὶ τὸν ὑποκείμενον τόπον πληρούντων.
58.8.1
χαλκῶν γὰρ καὶ σιδηρέων σκευῶν ἢ τῶν ἐξ ἐρίων ἐσθημάτων οὐμενοῦν οὐδ' ὅλως ἐφρόντισαν, περιττὴν ἡγούμενοι τὴν κτῆσιν αὐτῶν.
58.9.1
εἴ που δέ τι τοιοῦτον ἀγαγὼν ἔλαθέ τις, τῷ τῆς θαλάσσης δεδώκασιν ὕδατι, κἀν τούτῳ τοὺς διαδράντας τὸν κίνδυνον ἀμυνόμενοι, ἵνα καὶ αὐτοί τι μετέχωσι τοῦ κακοῦ, πολυσχεδῆ καὶ διάφορον τὴν τῶν ἐνυπαρχόντων ζημίαν ἐπαισθανόμενοι.