Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 59 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1.1
Ἦν δέ τις μετὰ τοῦ λοιποῦ πλήθους τῶν αἰχμαλώτων συλληφθεὶς εὐνοῦχος τοῦ βασιλέως καὶ τῶν ἐξόχων εἷς, Ῥοδοφύλης οὕτω καλούμενος, ὃς ἔτυχε πρὸ μικροῦ τοῦ κινδύνου τὴν ἐπὶ δύσιν σταλεὶς καί τινων χρειῶν ἕνεκεν πρὸς τῇ πόλει γενόμενος, μεθ' ἡμῶν συγκλεισθῆναι καὶ τῶν ῥηθέντων ἀνιαρῶν μετασχεῖν· 59. 2 ὃς καὶ ἐκόμιζε μεθ' ἑαυτοῦ πλῆθος χρυσίου, ὅπερ ἔλεγεν ἀπάγειν ἐπικουρίας τινὸς χάριν τοῦ κατὰ Σικελίαν στρατοῦ, συμπλεκομένου τοῖς κατὰ τὴν Ἀφρικὴν βαρβάροις ἀεὶ καὶ πολλῆς δεομένου τῆς ἐν τοῖς πράγμασι συνεργίας.
59.3.1
οὗτος οὖν κατὰ τὴν νύκτα μεθ' ἣν τοῦ κινδύνου τὴν πεῖραν ἅπαντες ἐδεξάμεθα, ἔλαθεν οὐκ οἶδ' ὅπως ἐξενεγκεῖν τῆς πόλεως τὸ χρυσίον ἐκεῖνο μετὰ καί τινων τῶν ὑπηρετουμένων αὐτῷ, καὶ πρὸς τὸν στρατηγὸν Στρυμόνος ἐξαποστεῖλαι, χαράξας ἐπιστολὴν περιέχουσαν ἀσφαλῶς φυλάττειν τοῦτο μέχρι τῆς ἐκβάσεως τοῦ πολέμου.
59.4.1
χειρωθεὶς οὖν οὗτος ἤχθη κατὰ πρόσωπον τοῦ τυράννου. ὁ δὲ τὴν μορφὴν ἀλλοιώσας, ἐμβριθέστερόν τε μᾶλλον ἢ πρότερον εἶχε πρὸς αὐτὸν χρησάμενος, ἀνηρώτα.
59.5.1
«ποῦ δή» φησι «τὸ τοῦ βασιλέως χρυσίον, τὰ δύο τάλαντα ἅπερ ἐπὶ Σικελίαν ἄγειν ἐτάχθης;» 59. 6 ὁ δέ «τοῦτο δή» φησιν, «εἰς ὅπερ κατείλημμαι δεδιώς, τὴν πολιορκίαν λέγω τῆς πόλεως, ἐπείπερ αὐτὸς ἐγὼ δεῦρο τυχὼν ἀδυνάτως εἶχον τοσούτου κινδύνου παρόντος ὑποχωρεῖν καὶ μὴ τὰ παρ' ἑαυτοῦ δεικνύναι, πάντων εἰς ἐμὲ βλεπόντων ὡς ἄν τι χρηστὸν αὐτοῖς καὶ καιρῷ τούτῳ χρήσιμον δυνάμενος παρασχεῖν, τούτου δὴ χάριν τὸ μὲν χρυσίον ἐκεῖνο τῆς πόλεως ὑπεξήγαγον (οὐ γὰρ ἐδυνάμην ἀκριβῶς περὶ ἀδήλων στοχάζεσθαι), ἐγὼ δέ σοι παρέστηκα τήμερον δορυάλωτος, πολλῶν ἄλλων χρημάτων παραίτιος, εἴ γε ζῶντά με καὶ ἀβλαβῆ συντηρήσειας.» 59. 7 ἀχθεσθεὶς οὖν ἐπὶ τούτοις ὁ ἀλαζὼν ἐκεῖνος καὶ τὸν θυμὸν ὁποῖος αὐτὸν εἶχε διά τε τῶν ὀφθαλμῶν καὶ τῆς φωνῆς ἔκδηλον παραστήσας βύθιον ἐξεβόησεν.
59.8.1
«ἐπειδήπερ» φησὶν «οὐκ ἔμαθεν ἐκ τῶν προκειμένων ἀδιάδραστον εἶναι τὴν τοῦ θανάτου ψῆφον τοῖς μὴ τὰ οἰκεῖα χρήματα λύτρον παρεχομένοις ὁ τῆς γυναικωνίτιδος οὗτος, ἀλλ' ὥσπερ ἐπὶ σκηνῆς ἐπίδειξιν ποιεῖται, τὸ πλάσμα τοῦ ψεύδους μέγα καὶ θαυμαστὸν οἷον κατὰ τῆς ἑαυτοῦ προβαλλόμενος σωτηρίας, ῥάβδοις τυπτέσθω τά τε ἰσχία καὶ τὰ κατὰ τὸν νῶτον μέρη, ὡς ἂν ἄρτι γνῷ πρῶτον τίνι παρίσταται καὶ περὶ τίνων διαλέγεται, καὶ μὴ χρημάτων ἀλλοτρίων ἀμφισβητῶν τὸν περὶ ψυχῆς ἑαυτῷ περιποιεῖται κίνδυνον.»
59.9.1
οἱ λειτουργοὶ οὖν τῶν ἀδίκων φόνων, ὡς μόνον εἶδον αὐτὸν μεθ' ὑποσυρμοῦ φωνῆς καὶ μανίας τὴν τοιαύτην ψῆφον κατὰ τοῦ ἑστῶτος ἐξενεγκάμενον, θᾶττον λόγου παντὸς τῇ γῇ τοῦτον προσέρραξαν, καὶ τοσαύταις βάλλουσι πληγαῖς ὡς μὴ ἐπὶ πολὺ ἀντισχεῖν τοῦ ἀθλίου τὸ σῶμα ἀλλ' εἰς πολλὰ διαιρεθέν, καὶ τοῖς ὀχετοῖς τῶν αἱμάτων τὸν ὑποκείμενον τόπον πληρῶσαν, οὕτως τὴν ψυχὴν ἐπαφεῖναι, καρτερεῖν ταῖς δριμείαις ἐκείναις ἀλγηδόσιν οὐκ ἐξισχύσασαν.
59.10.1
ὡς οὖν ἀπείρηκε καὶ δῆλος ἦν τοῖς ὠμοῖς ἐκείνοις δορυφόροις, ἔτι τὰς πληγὰς ἀφιεῖσι καὶ μετὰ θάνατον, μόλις ποτὲ τῆς κατεχούσης ἑαυτὸν ὀργῆς περιάρας ὁ δυσέντευκτος θὴρ «ἔστω» φησὶ «μετὰ τοῦ χρυσίου ἐκείνου καὶ οὗτος εἰς ἀπώλειαν· ἀλυσιτελὲς γάρ, ὡς ἔοικε, καὶ εὑρεθὲν ἂν διεδείκνυτο.» 60. 1 Τοῖς δὲ τῶν νηῶν ἀρχηγοῖς προσέταττε σκευάζεσθαι πρὸς τὸν ἀπόπλουν, τὴν νεάζουσαν κήραν τοῦ πλήθους ἀρρένων τε καὶ θηλειῶν πρῶτον ταῖς ναυσὶν εἰσενεγκόντας, μὴ κατὰ συγγένειαν ἀλλὰ διακεκριμένως, ἵν' ἔχωσι κἀν τούτῳ τιμωρίαν οὐ τὴν τυχοῦσαν, τὴν φυσικὴν ἐξ ἀλλήλων διαίρεσιν, εἶθ' οὕτω τὰ χρήματα, καὶ ὅσα ἄλλα τῶν συνειλεγμένων φανεῖεν χρήσιμα, συμφορήσαντας αὐτάρκη ταῖς ναυσὶ τῶν ἀγωγίμων ἐμποιῆσαι τὸν φόρτον.

Intertext edge

Open linked passage

Note