Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 60 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.2.1
ἤγετο οὖν τὸ νεάζον πρόσωπον ἅπαν, τοῦτο μόνον κατηγορίαν ἔχον, τὸ ἀνθηρὸν τῆς ἡλικίας ἢ τῶν προσώπων τὴν ὡραιότητα.
60.3.1
κἂν γὰρ ἡ σύγχυσις τῶν λυπηρῶν ἅπαντας πρὸς τὸ σκυθρωπὸν ἦγεν, ἀλλ' ὁ φυσικὸς χαρακτὴρ ἐδήλου ταῖς ὄψεσι τὴν εὐγένειαν· καὶ πρόφασις ἦν τοῖς πολλοῖς τὸ κάλλος, ἐν τοῖς δεινοῖς αὐτοὺς προδιδόμενον.
60.4.1
ἀλλὰ ποῖον τούτων πρῶτον ἐξείπω; ποῖον δὲ κατ' ἀξίαν ἐλεεινότερον κρινῷ;
60.5.1
ὁπότε συμμιγής τις καὶ σφοδρὸς ἀνήγερτο θρῆνος διχοτομουμένης τῆς φύσεως, ἀλλήλους τοὺς ἀγχιστεῖς ἀνακαλουμένους καὶ τὸν χωρισμὸν δυσχεραίνοντας.
60.6.1
καὶ γὰρ ἦν ἰδεῖν τοὺς τῷ πάθει συγκεχυμένους, ἄνδρας γυναῖκας, ἀκμάζοντας παῖδας, ὁμοῦ πάντας δεινὸν ἀλαλάζοντας καὶ ἑαυτοὺς διαρρηγνύντας, καὶ μηκέτι κατέχειν τὴν ἀθυμίαν τῶν τοσούτων ὀχληρῶν ἐξισχύοντας, ἀλλὰ δηλοῦντας ταῖς οἰμωγαῖς τὴν ἔνδον τῆς καρδίας διάθεσιν, ὡς ἅπασα καταπίμπραται τῶν πειρασμῶν ταῖς φλογώσεσιν.
60.7.1
ὡς γὰρ βιαίως οὕτως ἐξ ἀλλήλων διαιρεθέντες φύρδην ταῖς ὁλκάσιν εἰσήχθησαν, εὐρείαις τε οὔσαις καὶ ἱκαναῖς πλήθεσι πολλοῖς ἐξαρκεῖν, οὐ κατάστοιχα, οὐδ' ὡς ἄν τις εἴποι, ἐν αὐτάρκει τόπῳ τοῦ σωματικοῦ ὄγκου τῶν εἰσελθόντων ἕκαστος τὴν καθέδραν ἐλάμβανεν, ἀλλ' ὡς ἔτυχεν ἅπαξ κατενεχθείς, τοῦτο μόνον ἀπεκεκλήρωτο, μὴ δυνηθεὶς ἐν ὅλαις ταῖς ἐφεξῆς ἡμέραις ἕως μιᾶς παλαιστῆς τόπον ἐφευρεῖν, ἵν' ἀνακλιθεὶς ἀνάπαυσιν δῷ κἂν βραχεῖαν τῷ σώματι.

Intertext edge

Open linked passage

Note