De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1.1
Πᾶσαι δὲ αἱ νῆες τῷ τρόπῳ τούτῳ πεπλήρωντο· τέτταρες γὰρ οὖσαι, καθὼς ἔφαμεν, καὶ πεντήκοντα.
61.2.1
ἔτι δὲ πλῆθος ἦν περιττεῦον, ἄξιον καὶ αὐτὸ κρινόμενον τῆς ἀποδημίας.
61.3.1
οἱ οὖν βάρβαροι συναγαγόντες τὰς νῆας τῆς πόλεως, αἷς ἐχρῶντό ποτε πρὸς τὸ τὸν σῖτον ἐπικομίζειν οἱ καθ' ἡμᾶς ἔμποροι, ἔτι δὲ καὶ ἃς ἦμεν βυθίσαντες κατὰ τοῦ πορθμοῦ τοῦ λιμένος σοφίσματί τινι ἀνελκύσαντες (ὃ καὶ ἐνήργησαν διά τινων στροφίγγων τοῖς ἐκεῖσε προβόλοις ἐπιτετηδευμένων καὶ τὴν ἐπίνοιαν ἐργώδη δεικνύντων, ἑλισσομένων τινὶ τεχνάσματι καὶ διὰ τῶν ἀπῃωρημένων κάλων ἀνελκυόντων τὸ ὑποκείμενον), οὕτως οὖν καὶ ἄλλων νηῶν πληθὺν εὐπορήσαντες εἰσεκόμισαν ἅπαντας, ὡς μηδένα πώποτε τῶν εἰς τοῦτο τεταγμένων παραλειφθῆναι.
61.4.1
ἐξ ὧν ἁπάντων οὐκ οἶδα εἴ πού τις τῶν ἀρρένων τὸν ἴουλον ἐτετρίχωτο ἢ κἂν μία τῶν γυναικῶν ἥβασκεν.
61.5.1
πάντες δὲ καὶ πᾶσαι νέαν ἦγον τὴν ἡλικίαν, καὶ τούτων μάλιστα τὰ ἀρτιγενῆ βρέφη· οὓς ἄν τις καθ' ἕνα λογιζόμενος κατεκλᾶτο, μὴ σθένων ὁρᾶν τὰ καθ' ἕκαστον αὐτῶν ἀτυχήματα.