Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 62 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Καθ' ἡμῶν δὲ τῶν κατὰ διαφόρους αἰτίας ἐκφυγόντων τὸ ξίφος ἐκηρύχθη τοιαύτη παρὰ τοῦ τυράννου καὶ αὖθις ἀπόφασις, ὥστε τοὺς μὲν ἐξ ἡμῶν, καὶ μάλιστα ὅσους ἔδοξε τὰ τοῦ πλοὸς ἐγκαρτερῆσαι δυναμένους ἐπίπονα, μετ' αὐτῶν ἐκείνων τῶν στρατηγῶν διαιρεθέντας εἰσελθεῖν ἀνὰ πέντε ἐφ' ἑκάστης τῶν βαρβαρικῶν νηῶν, τηρεῖσθαί τε χάριν τοῦ πρὸς τὴν Ταρσὸν διαπεμφθῆναι λόγῳ τῆς εἰρημένης καταλλαγῆς· 62. 2 τοὺς λοιποὺς δέ, ὡς μηδέν τι χρηστὸν αὐτοῖς δυναμένους πορίζειν, εἴ γε τῆς ἀποδημίας κατάσχωσι, μᾶλλον μὲν οὖν καὶ ἀνωφελῆ φόρτον αὐτοὺς ἐπισύρεσθαι, ἔδοξεν ἐπαφεῖναι τῇ πόλει, οὐδὲ τοῦτο φειδοῦς τινος ἕνεκεν, οὐδ' ὅτι τῷ θεῷ παρεῖχε, καθώς τινες τοὺς βαρβάρους πράττειν ἀλόγως φιλονεικοῦσιν, ἀλλὰ καὶ τοῦτο μετά τινος μεθόδου καὶ μοχθηρᾶς ἐπινοίας, ἵν' ἐν μηδενὶ φανείη τῶν πεπραγμένων ἀσυντελής, ᾧ μὴ κέρδος ἑαυτῷ συμπορίσοιτο!
62.3.1
ἀκριβῶς γὰρ εἰδὼς ὡς μετὰ μικρὸν ἔσεσθαι μέλλει τῶν αἰχμαλώτων ἡ διὰ τῆς καταλλαγῆς ἀπολύτρωσις, ἐσοφίσατο μηδὲ τούτους εἰκῇ καὶ ὡς ἔτυχεν ἐλευθερίας τυχεῖν.
62.4.1
καὶ σκόπει τὸ πανοῦργον τοῦ δράματος!
62.5.1
ἐρχομένοις γάρ τισι μετὰ τὸ τὴν πόλιν ἁλῶναι, τοῖς ὁπωσδηποτοῦν διαδρᾶσι, καὶ τοὺς ἰδίους αἰχμαλώτους ὠνουμένοις, συνείπετο μετ' αὐτῶν καί τις ἀνὴρ καλούμενος Συμεών, φρονήσει βεβηκὼς καὶ διὰ πείρας ὢν πολλῶν πραγμάτων, ὃς ἦν πρὸς τοῦ βασιλέως σταλεὶς δι' αἰτίαν τινὰ χρειώδη πρὸ μικροῦ τῇ πόλει, περὶ ἧς νῦν οὐκ ἀναγκαῖον εἰπεῖν.
62.6.1
τούτοις οὖν καθ' ἑκάστην μέχρι τῶν ἡμερῶν τοῦ ἀπόπλου συχνῶς ἐρχομένοις ἀνεκοίνωσε τὴν κατὰ τῶν εἰρημένων βουλὴν ὁ δεινὸς οὗτος Λέων, εἰπὼν πρὸς αὐτούς:

Intertext edge

Open linked passage

Note