Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 63 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1.1
«Ὡς ἐγὼ ἀπεχθῶς» φησι «φερόμενος ἐξ ἀρχῆς καθ' ὑμῶν οὐκ ἔκρινον ζωῶσαι τῶν ἁλόντων οὐδένα· τίς γὰρ ἐκ θεοῦ μισθὸς πολεμίοις ἀνδράσιν ἐν καιρῷ νίκης τὸν θάνατον συγχωρεῖν, ὃν αὐτοὶ μᾶλλον ἐτέκταινον καθ' ἡμῶν;
63.2.1
ἀλλ' ἐπειδὴ χρεία τις ἐπείγει, καθ' ἥν ἐστιν ἐπάναγκες ζωωθῆναι τούτους, εἴπερ αἰσίου τύχοι τοῦ πέρατος, περὶ τούτου καθ' ἑαυτοὺς ὑμεῖς σκέψασθε.
63.3.1
ἐπείγομαι γὰρ ἤδη τοῦ καιροῦ με καλοῦντος πρὸς τὴν ἰδίαν ἀποπλεῖν πατρίδα.
63.4.1
δύνασθε οὖν ἀντιποιηθῆναι τούτων ὄντων διακοσίων τὸν ἀριθμὸν δι' ἐγγράφου ἐγγύης, ὡς λαβεῖν ἡμᾶς ἀντ' αὐτῶν ἐν τῷ καιρῷ τῆς καταλλαγῆς ἰσαρίθμους Ἀγαρηνούς, πεῖσαί τε τὸν κρατοῦντα τῶν Ῥωμαίων τὰ σκῆπτρα μηδεμίαν περὶ τούτου ἀμφιβολίαν ἔχειν, ἀλλὰ συνθέσθαι τοῖς ὑφ' ὑμῶν πεπραγμένοις;
63.5.1
ἢ δεδίττεσθε μὲν τὴν ἐγγύην ὡς μὴ ἐν ὑμῖν κειμένην, ἄδηλον ὂν ἢ παραδεχθήσεται ὑπ' ἐκείνου ἢ μή, ἐν οὐδενὶ δὲ τίθετε τοσοῦτον κακόν, μικρᾶς προθυμίας μέγαν προξενοῦντες τοῖς ὁμοφύλοις τὸν ὄλεθρον;
63.6.1
εἴπατε οὖν ὁποτέρῳ τούτων στοιχεῖτε, ἵν' ἑνί γε τὴν ψῆφον δῶμεν, ἢ τοῦ ζωῶσαι ἢ τοῦ ἀπαλλάξαι αὐτούς.» 63. 7 ὁ οὖν ῥηθεὶς Συμεών, ἅτε δὴ τῶν ἄλλων προέχων, πρὸς αὐτὸν ἔφη «ἐγὼ ταύτην τὴν ἐγγύην μόνος κατεγγυῶμαι, σαφῶς εἰδὼς τὸ περὶ πάντα φιλάνθρωπον τοῦ καθ' ἡμᾶς αὐτοκράτορος, καὶ ὡς δίχα λόγου παντὸς παρέξεται τούτων ἕνεκεν, ἐξ ὧν ἔχει δεσμίων Ἀγαρηνῶν, τοσούτους ὅσοι καὶ οὗτοι τυγχάνουσιν ὄντες· 63. 8 οὓς καὶ αὐτὸς ἐγὼ τῇ Ταρσῷ διακομίσω, ἵν' ἐπ' ἐμοὶ πάλιν τὰ περὶ τῆς ἐγγύης λυθῇ καὶ μηδὲν ἔχῃς κατ' ἐμοῦ προφέρειν, ἐπὰν τὴν ὀφειλὴν ἐκπληρώσω.
63.9.1
μόνον τύχωσι κἂν οὗτοί τινος σωτηρίας, ἵνα συλλέξαντες ταφῇ δῶσι τῶν ἀποιχομένων τὰ σώματα, ἃ διὰ πάσης τῆς πόλεως κείμενα καὶ αὐτὸν τὸν ἀέρα πρὸς θρῆνον ἐφέλκεται.» 63. 10 ταῦτα ἀκούσας ὁ κακοήθης ἐκεῖνος, ἔγγραφόν τε πείσας τὸν αὐτὸν Συμεὼν καὶ ἐνώμοτον παρασχεῖν τὸν περὶ τῶν συνθηκῶν τούτων λόγον, ἀπολυθῆναι πάντας ἐκείνους τοὺς ἐξ ἡμῶν περιττεύσαντας ἄνδρας ἐπέτρεψεν.

Intertext edge

Open linked passage

Note