De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1.1
Ἐπειδὴ καὶ τὰ περὶ τούτου καλῶς εἶχεν αὐτῷ καὶ ἐν ἀσφαλείᾳ ἦν τὸ πανούργευμα, ἕτερον πάλιν οὐκ ἔλαττον τούτου τῇ δολιότητι τῶν φρενῶν ἐπενόησε.
64.2.1
πυρποληθῆναι γὰρ ἅπασαν τὴν πόλιν προσέταττεν, ἵν' ᾖ καὶ τοῦτο αὐτῷ οὐ τὸ τυχὸν παρεμπόρευμα· 64. 3 ᾔδει γὰρ ὡς οἱ τοὺς αἰχμαλώτους ὠνούμενοι οὐδὲ τοῦτο πράττειν αὐτὸν ἐξ ἀνάγκης ἀνάσχοιντο, αἱρούμενοι μᾶλλον αὐτοὺς ἐκείνους καταπρησθῆναι ἢ τοιοῦτόν τι κἂν ἀκοῇ παραδέξασθαι.
64.4.1
μήπω γὰρ τῶν βαρβάρων διὰ μέσου τῆς πόλεως τὴν φλόγα διασπειράντων, ἀλλ' ἔτι τὰς πλησιαζούσας τῇ θαλάσσῃ πυρπολούντων οἰκίας, μόνον ὅτι πρὸς τὸ καταβάλλειν τὰς ὑπὲρ τῆς πόλεως τιμὰς οἱ παρόντες πρὸς ἀλλήλους ἐκύρωσαν, καὶ πάλιν πρόσταγμα πανταχοῦ διεπέμπετο παύεσθαι τῆς οἰκείας συνεργίας τὸ πῦρ, ὡς εἰς χρηστὸν αὐτῷ πέρας καὶ ταύτης προελθούσης τῆς ἐπινοίας.
64.5.1
οἱ γὰρ ἄνδρες ἐκεῖνοι σὺν τῷ ῥηθέντι Συμεών, μὴ ἔχοντες ἄλλοθέν ποθεν καταβάλλεσθαι τὴν περὶ τούτου ποσότητα, τὰ δύο ὑπέσχοντο τοῦ χρυσίου τάλαντα ἅπερ ἦν ὁ θανὼν ἐκ τῶν ῥοπάλων εὐνοῦχος πρὸς τὸν Στρυμόνα ἐξαποστείλας· 64. 6 ἃ καὶ θᾶττον ἀγαγόντες διά τινων ταχυδρόμων, ὅθεν ἐκρύπτοντο, καὶ τοῖς βαρβάροις ἐναριθμήσαντες, οὕτως τὴν πόλιν τῆς πυρκαϊᾶς διεσώσαντο.