De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1.1
Ἀλλ' ὅτε δὴ καὶ τοῦτο πέρας εἰλήφει, καὶ οὐκ ἐνέλιπεν οὐδὲν ὃ τοῖς ἀκορέστοις ἐκείνοις ὀφθαλμοῖς ὑπόθεσις χρυσίου μὴ ἐγεγόνει, ἔδει δὲ μὴ ἐπὶ πολὺ καρτερεῖν τῷ τόπῳ, ἀλλὰ φροντίζειν καὶ τῶν κατὰ τὸν πλοῦν συμπτωμάτων μᾶλλον τῷ καιρῷ τούτῳ τοῖς πλωτῆρσιν ἐγγινομένων, τότε δὴ περὶ μεσημβρίαν ὄντος τοῦ ἡλίου τῇ δεκάτῃ τῆς ἁλώσεως ἡμέρᾳ τοῦ λιμένος ἐξωρμήσαμεν καὶ πρὸς τὴν ῥηθεῖσαν Ῥωμαίαν πύλην μετήχθημεν, τὸ λοιπὸν ἐκεῖσε τελέσαντες τῆς ἡμέρας.
65.2.1
ἦμεν οὖν ἡμεῖς οἱ πέντε, καθὼς ἐχειρώθημεν, εἴς τινα ναῦν τοῦ ἀρχηγοῦ τοῦ κατ' Αἴγυπτον στόλου, οὗ καὶ προσδεηθεὶς ἦν ὁ ἐμὸς πατὴρ διά τινος ἑρμηνέως (οὐδὲ γὰρ ᾔδει λαλεῖν καθ' ἡμᾶς) προστάξαι τοῖς ὑπ' αὐτὸν δορυφόροις ἀγαγεῖν ὅθεν ἂν ἦσαν διασπαρέντες οἱ κατὰ συγγένειαν ἡμῖν πλησιάζοντες.
65.3.1
ὃ δὴ καὶ παρὰ μικρὸν ἐτελεῖτο ἄν, εἰ μὴ κἀν τούτῳ παρεμποδὼν γέγονε τὸ πλῆθος τῶν ἡμετέρων κακῶν καὶ πρὸς τὴν ἔρευναν ἀποκνῆσαι τοὺς ἀπεσταλμένους πεποίηκε.
65.4.1
τὴν γὰρ μητέρα τὴν ἐμὴν καὶ τῶν ἄλλων ἀδελφῶν ἕνα, τῶν μὴ κατ' ἀρχὰς μεθ' ἡμῶν ληφθέντων, ἔτι δὲ καὶ τὴν τἀδελφοῦ γαμετὴν τὸ τάχος, ὅθεν ὑπῆρχον, πρὸς ἡμᾶς ἠγάγοντο· 65. 5 ὁμόζυγα δὲ τὴν ἐμὴν σὺν τρισὶ νηπίοις καὶ τὴν ὑποβεβηκυῖαν κατὰ τὴν γέννησιν ἡμῶν ἀδελφὴν μετὰ καὶ ἄλλου πλήθους τῶν προσηκόντων οὔτε ἀνευρεῖν ἠθέλησαν, οὔτε δὲ ἀνευρόντες ἴσως ἀγαγεῖν πρὸς ἡμᾶς ἐβουλήθησαν, ἀλλ' ἦσαν ἄλλος ἀλλαχῇ τῷ κοινῷ πάθει καὶ ταῖς νιφάσι τῆς ἐξ ἡμῶν βαλλόμενοι διαιρέσεως.
65.6.1
ὅμως ἐκαρτεροῦμεν ὡς 65. 6 ἐν δεινοῖς καὶ τὴν ἐξ ἀλλήλων κατατομήν, εἰ καὶ ὅτι παντὸς ἀνιαροῦ πεῖραν τὰ καθ' ἡμᾶς ὑπερέβαλλεν.