De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
66.1.1
Ἤδη δὲ τοῦ πλοὸς ἄρχεσθαι μέλλουσι στρέβλας τινὰς τοῖς ποσὶ πᾶσιν ἡμῖν ἐπιθέντες οἱ βάρβαροι, οὕτως καθ' ἕνα ταῖς ναυσὶν ὥσπερ ἄψυχόν τινα διεστοίβασαν ὕλην, μὴ ἐνδιδόντες κἂν ἐλεύθερον ἀναπνεῖν τὸν ἀέρα, ἀλλὰ καὶ τοῦτον τῇ συνεχείᾳ τοῦ πνιγμοῦ συναπείργοντες.
66.2.1
οὕτω γὰρ ἡμᾶς ἐν ἀλλήλοις ἐπισυνῆψαν ὡς ἓν ἀδιάσπαστον ὁρᾶσθαι σῶμα τὴν πληθὺν ἅπασαν, μηδ' ὅλως διισταμένην ἢ ἀπερρηγμένην τῆς συνεχοῦς ἐκείνης πιλήσεως.
66.3.1
ἀλλ' ἐπειδὴ κατὰ δύσιν ὁ ἥλιος ἦν καὶ πρὸς τὸν νυκτερινὸν γνόφον ἔληγε τὸ φῶς τῆς ἡμέρας, ἐπινίκιόν τι μέλος τοῖς τε κυμβάλοις καὶ τυμπάνοις ἀποκρουσάμενοι, καὶ τὸν ὑπὲρ κεφαλῆς ἀέρα ταῖς διὰ τῶν ξιφῶν ῥιπίσεσι περιαστράψαντες, οὕτως μετὰ βαθεῖαν ἑσπέραν ἄσημόν τινα καὶ τραχὺν ἀλαλαγμὸν ἐπαφέντες καὶ τὰς ἀγκύρας τῶν νηῶν ἀνασπάσαντες τῆς γῆς ἀπεδίδρασκον.
66.4.1
ἦν δὲ ἀκούειν ὅπως ἡσυχῇ μόνον τὸ πλῆθος κατεστενάζομεν τῆς πατρίδος, καί πού τινα πρὸς τὸν θεὸν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς ἕκαστος ἡμῶν ἠφίει φωνήν, ὅσοις ἂν αὐτὸς βούλοιτο, παιδευτικοῖς πειρασμοῖς ὁμιλήσαντας καὶ πάλιν ἀποδοθῆναι τῇ θρεψαμένῃ καὶ μὴ εἰς τέλος ἐγκαταλειφθέντας ἀνέλπιστον ἔχειν τὴν ἐκ τῶν λυπούντων ἀπαλλαγήν.