De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
Ὡς δὲ τοῦ πλεῖν ἤδη πρὸς ὄρθρον οὔσης τῆς νυκτὸς ἀπηρξάμεθα, εἶχε μὲν ἡμᾶς καὶ ἄλλων δυσχερῶν ἀνάγκη πολλῶν, τοῦ λιμοῦ, τῆς δίψης, τῆς συνεχείας ὁ ὑπωπιασμός (καὶ γὰρ κατὰ μόνην τὴν ναῦν ἔνθα ἦμεν ἡμεῖς ὀκτακοσίων αἰχμαλώτων ψυχῶν ἀριθμὸς ἦν, δίχα τῶν ἐν αὐτῇ βαρβάρων, διακοσίων καὶ αὐτῶν ὄντων), πρὸς τούτοις δὲ καὶ τῶν κομιδῇ νηπίων ἡ ἐλεεινὴ βοὴ μηδαμῶς δυναμένων φέρειν τῶν μοχθηρῶν τὴν ἐπίτασιν, ἀλλὰ θάνατον αὐτοῖς ἐπισπεύδουσαν ἄωρον.
67.2.1
πλείω δὲ πάντων ἡ κατὰ τὴν γαστέρα χρεία, ἧς οὐκ ἦν οὐδεμίαν μέθοδον ἐφευρεῖν, τῆς φυσικῆς ἀνάγκης κατεπειγούσης πρὸς τὴν διέξοδον· 67. 3 τὴν γὰρ αἰδῶ τοῦ πράγματος πολλοὶ προτιμῶντες καὶ καρτερεῖν τὴν βίαν μὴ σθένοντες συχνῶς ἐκινδύνευον.
67.4.1
πλὴν τῆς ἡμέρας ἀρχομένης τὸν ἀγκῶνα παραπλεύσαντες τοῦ προρρηθέντος Ἐκβόλου, κατήχθημεν περὶ δείλην βαθεῖαν εἴς τινα τόπον Βολβὸν καλούμενον, ἔνθα τινὲς ἱππεῖς ἐφάνησαν ἀπὸ τῆς γῆς ἐρχόμενοι πρὸς ἡμᾶς.
67.5.1
οὗτοι δὲ ἦσαν οἱ καὶ πρῴην ἐν τῇ πόλει παραγενόμενοι, ῥητάς τινας γυναῖκας ὠνήσασθαι θέλοντες, ἃς τὸ τάχος οἱ βάρβαροι τῶν νηῶν ἐξενεγκόντες ἀπέδοντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν κομισάμενοι.
67.6.1
ἐκεῖθεν δὲ πάλιν ἀναχθέντες κατήραμεν περὶ τὰ τέλη τῆς νήσου τῆς καλουμένης Παλλήνης·
67.7.1
καί τι μικρὸν ἐκεῖσε καθησυχάσαντες, τοῦ πνεύματος ἐπιτηδείου ὑπάρχοντος καὶ αὖθις πρὸς ἑσπέραν ἐσπάσθησαν τὰ ἱστία, ἃ καὶ διαπρησθέντα τῇ σφοδροτάτῃ ῥύμῃ τοῦ πνεύματος ἦγον ἡμᾶς φερομένους βιαίως, ἕως τῆς ἐφεξῆς κατ' ἀρχὰς ἡμέρας εὑρέθημεν εἴς τινα τόπον Διαδρόμους παρὰ τῶν ναυτιλλομένων ὀνομαζόμενον, δύο μὲν ἔχοντα νήσους ἀμφιμήκεις ἐξ ἐναντίας ἀλλήλων, μέσον δὲ τούτων ποταμοῦ δίκην τὴν θάλασσαν παραθέουσαν καὶ τὰς νήσους ὡς ἀπὸ σταδίου καὶ μόνον ἐξ ἀλλήλων διείργουσαν.
67.8.1
ἔνθα δὴ καὶ γενόμενοι νηός τινος δυστυχοῦς σίτου πεφορτισμένης περιετύχομεν, καὶ οὕτως ἀθρόον ὡς μηδὲ δυνηθῆναι τῷ αἰφνιδίῳ τῆς συμβάσεως τοὺς ἐν αὐτῇ σωτηρίας ἐχόμενόν τι προεξευρεῖν.
67.9.1
εἰ γὰρ καὶ ἔδοξαν πρὸς τὴν παρακειμένην νῆσον τὴν ναῦν ἐποκεῖλαι καὶ πρὸς φυγὴν ἐκτραπῆναι, ἀλλ' οὐδὲν ἐκ τούτου ἀπώναντο· 67. 10 θᾶττον γὰρ αὐτοὺς ἐξελθόντες οἱ βάρβαροι συνελέξαντο καὶ χωρὶς ἑνὸς μόνου πάντας πρὸς θάνατον ὑπηγάγοντο.
67.11.1
ἐκεῖθεν δὲ πάλιν ἀπάραντες ἐπὶ δυσὶ νυχθημέροις τὴν μεγάλην νῆσον παρεπλέομεν τῆς Εὐβοίας, καὶ κατὰ τοῦ βορειοτέρου ταύτης πελάγους ἰθύναντες τὰ ἱστία, τὰ παρὰ πόδας τῆς Ἄνδρου μετά τινος σφοδροτάτου ῥοιζήματος κατελάβομεν.
67.12.1
οὐ γὰρ ἐποιούμεθα κατ' εὐθεῖαν τὸν πλοῦν, οὐδὲ κατά τινος ὡρισμένου τόπου, ἀλλ' ὡς ἂν ἔδοξε τοῖς τῶν νηῶν ἀρχηγοῖς, τῇδε κἀκεῖσε τὰς μεταβάσεις καὶ ἀντιστροφὰς ἐποιούμεθα.
67.13.1
καὶ γὰρ ἐδεδίησαν μή που τύχοι παρὼν ὁ τῶν Ῥωμαίων στόλος καὶ λάθοι κατ' αὐτῶν ἐπίνοιάν τινα μοχθηρὰν ἐργασάμενος.
67.14.1
διὰ τοῦτο ἄλλοτε ἄλλας νήσους καθάπερ τινὲς πλανῆται περιηρχόμεθα.