Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 68 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1.1
Οὕτω δὲ φερόμενοι κατηντήσαμεν εἴς τινα νῆσον Πάτμον καλουμένην· ἔνθα δὴ καὶ προσεμείναμεν ἓξ ἡμέρας, παντὸς χαλεποῦ πεῖραν ἐν αὐτῇ καθυπομένοντες.
68.2.1
ἀνύδρου γὰρ ὄντος τοῦ τόπου ἐληΐζετο τοὺς αἰχμαλώτους ἡ δίψα.
68.3.1
οὐ γὰρ ἐδίδοτο ἡμῖν ὕδωρ ὅσον πρὸς σύστασιν τῆς ζωῆς ἐπήρκει, ἀλλ' ὅσον ἐμβραδύνειν ἐποίει καίπερ παρόντα τὸν θάνατον· 68. 4 οὗπερ ὁ μετέχων, εἰ μὴ τὴν ὄσφρησιν κατὰ τὴν γεῦσιν ἐπεῖχεν ὡς μὴ κατ' ἀρχὰς τῆς αὐτοῦ δυσωδίας ἐπαισθανθῆναι, οὐδ' ὅλως τούτου παρεχωρεῖτο μεταλαβεῖν, τῆς φύσεως ἀνιωμένης καὶ εἰ μόνον ἀπιδεῖν ἠβουλήθη τοῦτο, καὶ πρὸ τῆς πείρας τῆς καταπόσεως.
68.5.1
ἡ τροφὴ δὲ ἡμῶν ἄρτου τρύφος ἦν μόνον, καὶ τοῦτο διεφθορός, κατάλυσιν μᾶλλον ἢ σύστασιν τοῖς μετέχουσιν ἐργαζόμενον.
68.6.1
ἃ γὰρ ἔτυχον λαβόντες οἴκοθεν πρὸ πολλῶν ἡμερῶν πρὸς χρείαν ἑαυτῶν οἱ πολέμιοι, ταῦτα περιττεύσαντα καὶ πρὸς τελείαν σηπεδόνα χωρήσαντα, καὶ οἷς οὐκ ἄν τι τῶν ἀλόγων ἐδυνήθη κἂν ἀπιδεῖν, εἰς μετάληψιν ἡμῖν προσεφέροντο, ἀφάτου μὲν δυσωδίας καὶ ἀηδίας πλήρη, μεστὴν δὲ σκωλήκων καὶ πολλῇ σαπρίᾳ συμπεφυρμένην, πρός τε τὴν ἕξιν τῶν σωμάτων παντελῶς ἀνενέργητον 68. 7 καὶ γὰρ ἦν εἰκάσαι πλῆθος ἄπειρον ἐκ τούτων ἐφ' ἑκάστης τῆς ἡμέρας τῷ θανάτῳ συνελαυνόμενον, πάρεργον τῆς δίψης καὶ τοῦ λιμοῦ, τά τε σώματα τῶν θνησκόντων ἀκοντιζόμενα τῆς νηὸς ἐπὶ θάλασσαν καὶ μέχρι πολλοῦ τοῖς κύμασιν ἐπισπαίροντα, καὶ τούτων μάλιστα τὰ δείλαια βρέφη τῷ ἀτελεῖ τῆς φύσεως πλείω τῶν ἄλλων τῶν ἀλγεινῶν ἐμφορούμενα, τοὺς ζῶντας δὲ πάλιν οὐ πόρρω τῶν προκειμένων ὑπάρχοντας, ἀλλὰ πρὸς τὸ ὅμοιον βλέποντας πέρας.
68.8.1
ἐξ ὧν ἁπάντων μᾶλλον ἡμεῖς, ὅσοι ταῖς στρέβλαις ἦμεν πεπεδημένοι, πλείοσι βασάνοις προσεπαλαίομεν.
68.9.1
καὶ γὰρ θυλάκων ἀψύχων δίκην ταῖς σελίσιν ἀλλήλοις ἐπικαθήμενοι, καὶ τοῖς ξύλοις, οἷς ἐνηρτήμεθα, τιτρωσκόμενοί τε καὶ συνθλιβόμενοι, ἀνεκδιήγητόν τινα καὶ ἄρρητον ὑφιστάμεθα τὴν ἀνάγκην, οὐδ' ὁπωσοῦν συστραφῆναι ἤ τινος ἑαυτοῖς μεταδοῦναι σχολῆς συγχωρούμενοι, ἀλλ' ἢ μόνον τὰς κεφαλὰς ὑψοῦντες μικρόν, εἴ που κἂν ἐλεύθερον ἀέρα ταῖς ῥισὶν ἐφελκύσωμεν καὶ μὴ πρὸ παντὸς ἄλλου δεινοῦ τῇ τῶν παρόντων ἀναθυμιάσει τὴν πνοὴν ἐπαφήσοιμεν.

Intertext edge

Open linked passage

Note