De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1.1
Τὸ δὲ τῶν φθειρῶν πλῆθος ἕτερον ἦν κακὸν ἄφατον· καθάπερ γάρ τις θάνατος ἕρπων τὴν ἁπάντων ζωὴν κατεβόσκετο, ὡς ἐκ τούτου τὰς μορφὰς πάντων ἀλλοιωθῆναι, καὶ ἐν ὑποψίᾳ ζώντων, οὐκ ἀληθείᾳ λογίζεσθαι.
69.2.1
ὅσας δὲ πληγὰς ἠφίεσαν μανικῶς φερόμενοι καθ' ἡμῶν, ἢ ὅσαις λοιδορίαις καὶ ὀνείδεσι καθ' ἑκάστην ἡμᾶς ἔπλυνον ὥραν, καὶ οἷς ἐφαίνοντο τὴν μῆνιν φυλάττοντες τῶν ἡμερῶν τοῦ πολέμου, ποῖος μὲν λόγος καθιστορῆσαι δυνήσεται, ποία δὲ ἀκοὴ τὴν τούτου παραδέξασθαι τραγῳδίαν;
69.3.1
ἐμοὶ δὲ ἔκστασις ἐπεισέρχεται, ὁσάκις εἰς ἔννοιαν ἔλθω μόνον τῶν ἀμετρήτων κακῶν ἐκείνων ὧν κατὰ πᾶσαν τὴν περίοδον τοῦ πλοὸς ὑπεμείναμεν, πῶς ἐκαρτερήσαμεν ἐνέγκαι τοσαύτην πολυειδῆ συμφοράν, ἀνθρώπεια σώματα, οἷς ἦν πρὸ τοῦδε τρυφηλὴ καὶ διαρρέουσα δίαιτα καὶ πειρατικαῖς ἀνάγκαις οὐδαμῶς ἐνεθισθεῖσα, πῶς δὲ τὴν ἀνύποιστον καὶ δισσὴν πύρωσιν, τήν τε ἐκ τοῦ φλογμοῦ τῆς δίψης καὶ τὴν ἐκ τῆς θερινῆς ὥρας τὰς φυσικὰς ἰκμάδας ἀναξηραίνουσαν, καὶ τό γε τούτων ἐλεεινότερον, πῶς συνεκρατεῖτο καὶ παρέμενεν ἡμῖν ἡ ψυχή, ὁπότε ταῖς νυξὶν ἐφήπλουν τὰς δερματίνας δέρρεις διὰ πασῶν τῶν νηῶν καὶ πάντας εἴσω τοὺς δυστυχεῖς ἡμᾶς ἐναπέκλειον, ὥσπερ καὶ τοῦ φωτὸς ἡμῖν μετὰ τῶν ἄλλων βασκαίνοντες, ἵνα σκότῳ καὶ καύματι, δυσὶν ἀφύκτοις κακοῖς, τὴν ζωὴν εἰσπραττώμεθα.
69.4.1
ἀλλ' ἡγοῦμαι ὡς ταῦτα πάντα καρτερεῖν ἡ θεία καὶ προνοητικὴ τοῦ παντὸς ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν ἐνεδυνάμου πρόνοια, ἵν' ἐν ὑστέρῳ γνόντες ἐξ οἵων τότε κακῶν παρ' ἐλπίδας ἐρρύσθημεν ἡμᾶς γε αὐτοὺς καὶ ἄλλους τῷ ὑποδείγματι σωφρονίζωμεν.