De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Ἀλλ' ἱκανῶς ἐν τούτοις τά τε πρὸς ἀνατολὴν καὶ βορρᾶν τῆς πόλεως, ἔτι γε μὴν καὶ τὰ πρὸς νότον διαγραψάμενοι τὴν πρὸς δύσιν αὐτῆς τοῦ χώρου θέσιν κατὰ τὸ δυνατὸν ἱστορήσωμεν.
6.2.1
ἔστιν ἕτερον πεδίον, ἀπ' αὐτοῦ τοῦ τείχους τῆς Ἐκβολῆς ἀπαρχόμενον, τῇ δεξιᾷ τοῦ ὄρους ἁπτόμενον, τῇ λαιᾷ δὲ τῇ θαλάσσῃ συνομοροῦν, ἀμύθητον κάλλει ταῖς τῶν ὁρώντων ὑποκείμενον ὄψεσιν.
6.3.1
ἔστι γὰρ τὸ μὲν αὐτοῦ διάβροχον ὕδασιν, ὅσον αὐχεῖ τήν τε πόλιν ἔχειν καὶ τὴν θάλασσαν γείτονα, ἀμπέλοις καὶ δένδρεσι κατακόμοις καὶ παραδείσοις κατεστεμμένον, οἰκήμασί τε καί τισι πλείστοις σεβασμίοις σηκοῖς κεκοσμημένον, ὧν τοὺς πλείονας μοναχῶν ἀγέλαι διείλοντο, πᾶν εἶδος ἀρετῆς ἀσκοῦντες καὶ θεῷ μόνῳ ζῶντες, πρὸς ὃν ἐπείγονται καὶ δι' ὃν τὰς πολιτικὰς ταραχὰς λιπόντες τὴν πρὸς αὐτὸν καὶ μόνον φέρουσαν τρίβον ἀνείλοντο.
6.4.1
τὸ δ' ἐντεῦθεν αὐτοῦ διαχεῖται τῇ χέρσῳ μέχρι πολλοῦ, ἄξυλον μὲν ὡς τὰ πολλὰ τὴν βλάστην ἔχον, πάσης δὲ γεωργικῆς ἐπιμελείας ἐπιτήδευσιν παρεχόμενον.
6.5.1
διήκει δὲ τὴν ἡλίου δύσιν ἀποσκοποῦν, ἕως τινῶν ἄλλων ὀρέων ὑψηλῶν καὶ μεγάλων παρατεινόμενον, ἔνθα καὶ πόλις τις Βέρροια καλουμένη κατῴκισται, καὶ αὐτὴ περιφανεστάτη τοῖς οἰκήτορσί τε καὶ πᾶσι τοῖς ἄλλοις οἷς αὐχεῖ πόλις τὴν σύστασιν.
6.6.1
ἐμπεριέχει δὲ τῷ διὰ μέσου χώρῳ τὸ πεδίον τοῦτο καὶ ἀμφιμίκτους τινὰς κώμας, ὧν αἱ μὲν πρὸς τῇ πόλει τελοῦσι, Δρουγουβῖταί τινες καὶ Σαγουδάτοι τὴν κλῆσιν ὀνομαζόμενοι, αἱ δὲ τῷ συνομοροῦντι τῶν Σκυθῶν ἔθνει οὐ μακρὰν ὄντι τοὺς φόρους ἀποδιδόασιν.
6.7.1
πλὴν γειτνιάζουσιν ἀλλήλαις αἱ κῶμαι τὴν οἴκησιν, καὶ ἔστι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις Θεσσαλονικεῦσιν οὐ μικρῶς συμβαλλόμενον, τὸ πρὸς τοὺς Σκύθας διὰ τῶν ἐμπορικῶν μεθόδων συναναμίγνυσθαι, καὶ μάλισθ' ὅταν ἔχωσι πρὸς ἀλλήλους καλῶς καὶ μὴ κινῶσιν ὅπλα τὴν μάχην ἐξαγριαίνοντα· ὃ δὴ καὶ πολλῷ τινι τῷ πάλαι χρόνῳ παρ' ἑκατέρων μελετηθέν, κοινότητα ζωῆς τὰς χρείας ἀλλήλοις ἀμείβουσι, θαυμασίαν τινὰ καὶ βαθεῖαν εἰρήνην ἐν ἑαυτοῖς συντηρούμενοι.
6.8.1
ποταμοὶ δέ τινες παμμεγέθεις ἐκ τῆς Σκυθῶν ἐξορμώμενοι καὶ τὸ προλεχθὲν πεδίον καθ' ἑαυτοὺς διελόμενοι πολλὴν δαψίλειαν καὶ αὐτοὶ τῇ πόλει παρέχονται ταῖς τε χορηγίαις ταῖς ἀπὸ τῶν ἰχθύων καὶ ταῖς δι' αὐτῶν ἀπὸ τῆς θαλάσσης τῶν νηῶν ἀναδρομαῖς, δι' ὧν ἐπινοεῖται ποικίλη τις πρόσοδος τῶν χρειῶν τῶν ὑδάτων ἐκείνων συγκαταρρέουσα.