De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1.1
Ἐπειδὴ δ' ὁ καιρὸς ἐκάλει τῆς πρὸς τὰ οἰκεῖα τοὺς βαρβάρους ἀφίξεως, πάλιν ἐκεῖθεν ἀποπλεύσαντες κατήχθημεν εἴς τινα νῆσον καλουμένην Ναξίαν, ἐξ ἧς οἱ τὴν Κρήτην οἰκοῦντες φόρους λαμβάνουσιν· 70. 2 ἐν ᾗ γενομένων ἡμῶν οἱ κατ' αὐτὴν ὄντες ἄνδρες δώροις τοὺς ἀρχηγοὺς ἠμείψαντο τῶν νηῶν, οἷς μάλιστα ἐδόκουν αὐτοὺς ἐνδεῶς ἔχειν πρὸς τὴν τοῦ πλοὸς χρείαν.
70.3.1
πλὴν κἀκεῖ δύο μόνας ἡμέρας προσμείναντες κατηγόμεθα τὴν ἐπὶ Κρήτην (ἐκάλει γὰρ ἡμᾶς ἐπιτήδειον πνεῦμα), ἕως κατήραμεν ἔν τινι τόπῳ Ζωντάριον μὲν παρὰ τῶν ἐγχωρίων ὀνομαζομένῳ, «Ἀντίστροφος» δὲ ἡμῖν τῇ ἀληθείᾳ γνωριζομένῳ· 70. 4 πολλοὺς γὰρ τὸ Ζωντάριον ἐκεῖνο τῆς μὲν ζωῆς ἀπεστέρησε, τῷ θανάτῳ δὲ προὔδωκε.
70.5.1
διὰ δὲ τὸ μὴ τὴν ἀπὸ νότου καὶ τοῦ λιβὸς δεδιέναι βλάβην τοὺς ἐν αὐτῷ καθορμιζομένους, τὴν πρὸς αὐτὸν διατριβὴν τοῦ ναυστάθμου τῆς πόλεως οἱ βάρβαροι προκεκρίκασιν.
70.6.1
ὡς οὖν κατήχθημεν, ἔγνων οἱ Κρῆτες (προεώρων γὰρ ἡμᾶς τῆς θαλάσσης μακρόθεν) καὶ πρῶτον μὲν τῶν Ῥωμαίων τὸν στόλον ἐφώρασαν ἐπέρχεσθαι τῇ νήσῳ, ἐξ οὗ καὶ περιδεεῖς ἐγένοντο διὰ τὸ μὴ προπαρασκευάσθαι πρὸς πόλεμον.
70.7.1
ἔπειτα γενομένων ἡμῶν ἐγγύθεν, ἐπειδὴ ἐπέγνων τινὰ γνωρίσματα τῶν νηῶν, πεφθάκασι τὸν τόπον μετὰ πολλῆς θυμηδίας τοὺς ἀμφ' αὐτοὺς δεξιούμενοι, καὶ ὥσπερ τῇ κοινωνίᾳ τῶν τρόπων τὸ γνήσιον τῆς πρὸς ἀλλήλους στοργῆς ἐνδεικνύμενοι· 70. 8 ἀεὶ γάρ, ὡς ὁ λόγος, τὸ ὅμοιον τῷ ὁμοίῳ προστρέχει.
70.9.1
τότε δὴ πρῶτον ἅπαντες τῶν νηῶν ἐξῆλθον οἱ βάρβαροι, καί τινος ἡμᾶς τυχεῖν ἀνέσεως τῆς ἐν ἀλλήλοις στενοχωρίας ἠξίωσαν, μετέδωκαν δὲ καὶ τῶν κατὰ τὸν τόπον ὑδάτων πολλῶν ὄντων καὶ ἀφθόνως τοῖς κύμασι τῆς θαλάσσης περιρρεόντων.
70.10.1
καὶ οὕτω τὴν νύκτα πᾶσαν τῶν συνεχῶν ἀνεθέντες πόνων ἐδοκοῦμεν τῇ ἑξῆς χρηστοτέρων τινῶν μετασχεῖν, ἅτε πεπληθυσμένης οὔσης τῆς νήσου καὶ πολλὴν ἐχούσης τῶν χρειῶν δαψίλειαν.
70.11.1
οὐκ ᾔδειμεν δὲ παραπλησίοις ἐν αὐτῇ τῶν πρῴην ὁμιλεῖν χαλεποῖς, ἢ καὶ χείροσι, καὶ διὰ ταῦτά γε μᾶλλον ἐκεῖνα πάσχειν, ὡς ἂν δι' ἐκείνων τούτοις συντηρηθῶμεν.