Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 72 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
72.1.1
Οἷον γὰρ πάλιν ἀπὸ τούτων παρὰ τῶν μισοθέων ἐπράχθη κακόν!
72.2.1
καθὸ γὰρ φθάσαντες ἔφημεν, λογισαμένων αὐτῶν πρῶτον ὡς εἰ κατὰ συγγένειαν πρὸς ἀλλήλους οἱ τοῦ πλήθους ἀναμιχθῶσι τῶν αἰχμαλώτων, καὶ τῶν πολλῶν ὀδυνῶν παύσονται, καὶ πρὸς τὴν δουλείαν ἡνίκα ἂν ἐκδοθῶσι, φορητὴν αὐτοῖς εἶναι ὡς ἐν κακοῖς τὴν ἐπήρειαν, ὡς εἶδον αὐτοὺς ταῖς ἀγχιστείαις ἐπισυναπτομένους καὶ καθάπερ σειρὰν ἄλυτον ἕτερον ἐχόμενον τοῦ ἑτέρου τόν τε χωρισμὸν δυσδιαίρετον, καθὸ ἔμελλον τὰς μερίδας μιᾶς ἑκάστης νηὸς ἀπονεῖμαι, ἐβουλεύσαντο πάλιν βουλὴν πονηρὰν καὶ πολεμίαν τῆς φύσεως.
72.3.1
τοὺς ἅπαξ γὰρ ἑνωθέντας διαιρεθῆναι καὶ αὖθις προσέταττον· 72. 4 καὶ εἴ πού τις μήτηρ, φησίν, ἐν αὐτοῖς νήπιον ἔχουσα τοῦ γάλακτος προσδεόμενον, τοῦτο μόνον πρὸς τὴν τεκοῦσαν μένειν οἱ δυσσεβεῖς κατεθέσπισαν ὡς μηδὲν τυχὸν δυνάμενον ἑαυτῷ πρὸς τὴν ζωὴν συντελεῖν, τοὺς λοιποὺς δὲ τῶν συγγενικῶν συναφειῶν καὶ αὖθις διαιρεθέντας ἀναμὶξ καὶ ἀδιαφόρως τοῖς κλήροις ἀποδοθῆναι.
72.5.1
ἀλλὰ τίς λόγος τὸ μέγεθος τῆς συμφορᾶς ταύτης ἐκφράσοι;
72.6.1
ποία δὲ γλῶσσα ῥητόρων ἐπεξελθεῖν δυνηθείη τὴν ποικίλην ἐκείνην καὶ πολυειδῆ τῶν ὀδυνῶν κάκωσιν, ὁπότε καὶ αὐτὴ ἡ φύσις τῷ καινῷ τούτῳ καὶ παραλόγῳ προστάγματι εἰς πολλὰ κατετέμνετο, τοῦτο μόνον ἔγκλημα τὴν κοινωνίαν τοῦ γένους ἔχουσα καὶ τὴν ἔμφυτον τῶν ἑνωθέντων συνάφειαν;
72.7.1
καὶ γὰρ ἀπεσπᾶτο πατρὸς μὲν υἱός, μητρὸς δὲ θυγάτηρ καὶ ἀδελφὸς ἀδελφοῦ.
72.8.1
ἐν οἷς τί πάσχειν εἰκὸς τούτους ἅπαντας, ὁπότε πρὸς δουλείαν ἤγοντο εἰς γῆν ἀλλοτρίαν, ὅπου τὸ μὲν σέβας τῆς καθ' ἡμᾶς πίστεως ὡς ἐναγὲς ἐνυβρίζεται, πάθη δὲ τιμᾶται ἀλογώτατα, ὅπου πορνεία σεμνύνεται καὶ μανία γεραίρεται, καὶ πολλῆς τιμῆς καταξιοῦται ἀναίδεια, ὅπου τῶν ἀρρένων ἡ φύσις εἰς γυναικείαν χρῆσιν μετάγεται, καὶ ἡ κτίσις ὑβρίζεται, καὶ συγχύσεως γέμει πάντα καὶ πρὸς τὸ κακὸν ἀνατέτραπται.
72.9.1
τί πρῶτον τούτων ἁπάντων ἐκόψαντο;
72.10.1
ἐν ποίῳ δὲ μὴ ἀγχόνην ᾑρήσαντο καὶ τὴν ζωὴν αὐτὴν ἀπηρνήσαντο;
72.11.1
ἀλλ' ὅμως ἔφερον πάντα, τὴν ἐπὶ πᾶσι μεγαλοψυχίαν παρεχομένου θεοῦ καὶ τῷ οἰκείῳ βουλήματι τὰ καθ' ἕκαστον μεθαρμόζοντος.

Intertext edge

Open linked passage

Note