Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 73 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1.1
Ὡς δὲ πάλιν τῷ προστάγματι τούτῳ τῆς ἐξ ἀλλήλων διῃρέθησαν συγγενείας, ἐκάθηντο φρουρούμενοι κατὰ διαφόρους τόπους, ἕως ἐξῆλθεν ἕτερον πρόσταγμα, πάντας ἀριθμηθῆναι καὶ πρὸς τὰς ἰδέας τῶν προσώπων καὶ τῶν ἡλικιῶν τὸ διάφορον ἑκάστης νηὸς ἴδιον σύνταγμα γνωρισθῆναι, ἵν' ἐν μηδεμιᾷ φανείη πλεονασμός φησιν ἢ ὑφαίρεσις, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ἐνόντων ταῖς ναυσὶ βαρβάρων, οὕτω καὶ τὰς μερίδας γενέσθαι καὶ μηδὲν αὐταῖς περιττὸν ἢ ἐλλεῖπον ἀποδοθῆναι.
73.2.1
ἠρίθμησαν οὖν ἐν πρώτοις τὴν πληθὺν ἅπασαν· ἡ δὲ ἦν δύο καὶ εἴκοσι χιλιάδες, ἐξ ὧν ἁπάντων, χωρὶς ἡμῶν τῶν λόγῳ τῆς καταλλαγῆς τηρουμένων, οὐκ ἦν οὐδεὶς ὃς τὸν πώγωνα εἶχε τετριχωμένον.
73.3.1
ἀλλ' οὐδὲ προβεβηκυῖα γυνὴ ἐν ταύταις πάσαις ταῖς χιλιάσιν.
73.4.1
ἐπίλεκτος δέ τις ἦν καὶ νεάζων ὁ δῆμος, καὶ οἷον ἐρίζων ἕκαστος ἢ τῷ ἀκμαίῳ τῆς ἡλικίας ἢ τῷ ὡραίῳ τῆς μορφῆς ὑπερβαίνειν τὸν ἕτερον, κἂν ἡ ἐπαλληλία τῶν δυσχερῶν τῶν φυσικῶν αὐτοὺς ἕξεων ἀλλοτριοῦν ἐβιάζετο.
73.5.1
ἀλλ' ὅτε δὴ πάντες εἰς μερίδας γενόμενοι πάλιν μετὰ τῶν σκύλων ταῖς ναυσὶ συνηλάθησαν (ἄμφω γὰρ καὶ ταῦτα σὺν τῷ πλήθει διενεμήθησαν), τότε δὴ τῶν βαρβάρων οἱ τὴν Κρήτην οἰκοῦντες οὐκ ὀλίγους ὠνοῦντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν καταβαλέσθαι μὴ παραιτούμενοι, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ κέρδους τινὸς ὑπόθεσιν ἑαυτοῖς ἐκ τούτου περιποιούμενοι.
73.6.1
ᾔδεισαν γὰρ πολυπλασίονα τῶν διδομένων λαβεῖν, ἡνίκα ἂν καταλλαγῆς ἐπέλθοι καιρός, ὁπότε τοὺς ὁμοφύλους αὐτῶν, τοὺς παρὰ τῶν Ῥωμαίων χειρωθέντας, ἐκδέχονται.
73.7.1
οὐδὲ γὰρ ὡς ἐν τοῖς κατὰ Συρίαν, οὕτω καὶ τούτοις ἡ τῶν αἰχμαλώτων ἀπολύτρωσις ἐκτελεῖται, ἀλλ' ἐπεκράτησεν ἐν τούτοις παλαιὸν ἔθος χρόνῳ βεβαιωθέν, ἵνα καὶ τὸν βάρβαρον, ὅστις ποτὲ ἦν, χάριν τοῦ κατεχομένου κομίζωνται, καὶ τὴν ὑπὲρ αὐτοῦ δοθεῖσαν τιμὴν ἀπαιτῶσιν εἰς τὸ διπλάσιον.
73.8.1
διά τοι τοῦτο πολλοὺς οἱ Κρῆτες τῶν αἰχμαλώτων ὠνήσαντο, τὴν καθ' ἡμᾶς συμφορὰν κέρδους συνεισφορὰν ἑαυτοῖς ἐφευράμενοι.
73.9.1
ἐπράχθη δὲ ταῦτα ἐφ' ὅλαις ἡμέραις δέκα, ἀεὶ τῶν ἐθάδων νηῶν μετασκευαζουσῶν τοὺς ὠνουμένους καὶ πρὸς τὴν ἰδίαν πόλιν μεταγουσῶν.
73.10.1
ἐν οἷς ἔτυχεν ἐκδοθεῖσα καὶ ἡ τοῦ ἐμοῦ ἀδελφοῦ σύζυγος, οὐ μετρίαν ἡμῖν ὀδύνην περιποιήσασα.
73.11.1
ἡ δέ μοι μήτηρ καὶ ἡ γαμετὴ σὺν δυσὶ τέκνοις (τὸ γὰρ ἕτερον ἔργον ἦν γενόμενον τῆς θαλάσσης), ἔτι δὲ καὶ ἐλεεινὸς ἄθλιος ὁ τλήμων ἀδελφὸς καὶ ἡ τῷ χρόνῳ πάντων ἐφυστερίζουσα ἀδελφή, ἔκ τινος θεϊκῆς προνοίας εἰς μίαν Σιδωνίαν ἔτυχον ναῦν, τῆς πρὸς Συρίαν ἀποδημίας τηρούμενοι.
73.12.1
ἡμᾶς δὲ πάντας τοὺς ἐν τῇ καταλλαγῇ τηρουμένους ἔτι διεσπαρμένους ὄντας συναγαγόντες οἱ βάρβαροι καί τινι πολεμικῇ νηῒ τῶν ἐκ τοῦ λιμένος ἀνασπασθεισῶν ὑφ' ἓν εἰσενεγκόντες καθεῖρξαν, φύλακάς τινας τῶν κατ' αὐτοὺς ἐμπείρων αὐτῶν ἡμῖν συμβιβάσαντες.

Intertext edge

Open linked passage

Note