De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1.1
Καὶ οὕτως ἐσκευάζοντο μετὰ μίαν ἄλλην ἡμέραν ἔχεσθαι τοῦ πλοός· ἤδη γὰρ ἦγεν αὐτοὺς ὁ καιρὸς καὶ χρονίζειν οὐκ ἐδίδου τῷ τόπῳ, πρὸς τὸ χειμέριον τὸν ἀέρα μετατιθέμενος.
74.2.1
ἵπποις οὖν ἐφεστῶσιν ἐπιβάντες οἱ τῶν νηῶν ἀρχηγοὶ μετὰ καὶ αὐτοῦ τοῦ τυράννου πρὸς τῇ πόλει γεγόνασιν, ἅμα μὲν ἐνδεικνύμενοι τοῖς Κρησὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἐν ἡμῖν περιφάνειαν, ἅμα δὲ καὶ τὴν βδελυρὰν αὐτῶν τελετὴν ἐκπληρώσοντες, δεξιωθῆναί τε παρὰ τῶν αὐτοχθονίων καί τινος τυχεῖν τῶν προηγωνισμένων ἀνέσεως.
74.3.1
οὗ δὴ καὶ μίαν ἄλλην ἡμέραν προσδιατρίψαντες τομῶς ὑπέστρεψαν, ἐπισπεύδοντες τὰ πρὸς τὸν πλοῦν, καλοῦντος αὐτοὺς ἤδη τοῦ πνεύματος.
74.4.1
ἤδη δὲ τῆς δωδεκάτης ἡμέρας ἀρχομένης, λέγω δὴ τῆς πρὸς τὴν Κρήτην ἀφίξεως, τοῦ πλοὸς ἀπηρξάμεθα.
74.5.1
μετήχθημεν δὲ πρὸς τὴν ἀντικρὺ νῆσον, ἥτις Διὸς καλεῖται· καὶ πάλιν ἐκεῖθεν ἀναχθέντες ἐν τῷ τῆς νήσου πέρατι προσωρμίσθημεν.
74.6.1
ἐν ᾧ καὶ ὑδρευσάμενοι καὶ μικρόν τι τῷ τόπῳ προσμείναντες, ὡς κατ' οὐρὰν εἶδον γεγονότα τὸν ἄνεμον, ἀπέπλευσαν ἐκεῖθεν κατὰ μέσον ἰθύναντες τοῦ πελάγους.
74.7.1
ἧμεν δὲ πάντες, ὡς εἴρηται, ἐν μιᾷ νηῒ Ῥωμαίᾳ πολεμικῇ, ἥτις ἦν διήρης, ὧν τὴν μὲν ἄνω καθέδραν οἱ λαχόντες εἶναι μεθ' ἡμῶν βάρβαροι ἑαυτοῖς ἐκληρώσαντο, τὴν κάτω δὲ ἡμῖν ἐπαφῆκαν, σκότους πολλοῦ καὶ δυσωδίας πλήρη.
74.8.1
καὶ τί ἄλλο γε χρὴ λέγειν ἢ τάφον ἐν ὕδασι πορευόμενον;
74.9.1
εἰ γὰρ ἀπαριθμῆσαι θελήσω καθ' ἓν ὅσα κατὰ τὴν περίοδον ἐκείνην τοῦ πλοὸς ὑπέστημεν καὶ μεθ' ὅσης στενοχωρίας, μύθους δόξω τοῖς πολλοῖς ἐξηγεῖσθαι καὶ τῆς ἀληθείας ἐκτρέπεσθαι, καθ' ἣν ἐν ἀρχῇ τοῦ λόγου πάντα γραφῇ παραδοῦναι καθυπεσχόμην.
74.10.1
διά τοι τοῦτο τὰ πλεῖστα τῶν πεπραγμένων ἑκὼν παραδραμών, οἷς ἂν ἐδόκουν μάλιστα τὴν ἡμετέραν ἐξαρκεῖν διάνοιαν μέχρι τοῦ νῦν προσδιατρίψας, ὡς ἐν ἅπασι τὸ πιστόν σοι παρασχεῖν, ὦ σοφώτατε ἀνδρῶν καὶ φιλομαθέστατε Γρηγόριε, κατὰ τὸν αὐτὸν τρόπον πάλιν καὶ περὶ τῶν λοιπῶν διεξίω, ἱκανῶν καὶ ὡσαύτως ὄντων καὶ ἀμείλικτον διαθρύψαι καρδίαν, μή τί γε τὴν σήν, ἧς τοῦτο μᾶλλον τῶν ἄλλων ἐστὶν ἰδιαίτατον ἡ συμπάθεια, ᾗ πειθαρχῶν εἰς ταύτην ἡμᾶς ἐλθεῖν τὴν συγγραφὴν προετρέψω καὶ πράγματος τοσούτου κατατολμῆσαι παρεβιάσω, τὴν καθ' ἡμᾶς ὑπερβαίνοντος δύναμιν.