Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 75 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1.1
Πλὴν ἀλλ' οὕτω περὶ πολλὰς συμφορῶν ἰδέας προσπαλαιόντων ἡμῶν ἔφθασεν ἐπιστᾶσα καὶ τρικυμία τις, θαλάσσιον διεγείρουσα κλύδωνα, τὸν περὶ ψυχῆς ἀπειλοῦντα κίνδυνον· 75. 2 ἐξ οὗ καὶ πᾶσαι διεσκορπίσθησαν αἱ νῆες, τῷ ῥοίζῳ τοῦ πνεύματος ἐξ ἀλλήλων μακρὰν διασπασθεῖσαι καὶ τοῦ κατ' εὐθεῖαν ἥκειν ἐκκλίνασαι.
75.3.1
οὐκ οἶδα δ' ἐκ τίνος πονηροῦ δαίμονος ἔτυχε παραπλέων ἡμῖν ἐγγύθεν ἐξ εὐωνύμου ὁ δυσώνυμος Λέων, κατὰ πρύμναν τῆς ἰδίας νηὸς καθήμενος καὶ τοῖς κυβερνήταις τὴν περὶ τοῦ πλεῖν ἐμπειρίαν διατάττων.
75.4.1
μεθ' ὧν καί τις ὄπισθεν ναῦς ἑτέρα εἷλκε τῶν ἄλλων ὑποδεεστέρα, ἥτις ἦν τῇ βίᾳ τῆς ζάλης μέσον διαρραγεῖσα καὶ ἀπειλοῦσα τοῖς ἐν αὐτῇ ἤδη παρόντα τὸν ἐν ὕδασι θάνατον· 75. 5 ἐξ ἧς ἀνέκραγον οἱ κατ' αὐτὴν βάρβαροι «σῶσον ἐπιστάς, ὦ καθηγεμὼν τοῦ στρατοῦ, καὶ μὴ ἐάσῃς δῆμον τοσούτων Ἀγαρηνῶν ἀπολέσθαι, οὓς μέχρι τοῦδε πολλῶν κινδύνων ἀπειράτους ἐτήρησας,» ἐξειπόντες ἐν ὀλίγῳ καὶ τὸ συμβάν.
75.6.1
ὁ δὲ παρευθὺ κατ' αὐτοὺς τὴν ναῦν ἰθῦναι τοῖς περὶ αὐτὸν προστάξας ἀκριβέστερον ἀνηρώτα.
75.7.1
οἱ δὲ πάλιν ὁμοθυμαδὸν ἐβόων, καὶ τὸ πάθος τῆς νηὸς ὑποδείξαντες ἐπρεσβεύοντο πάντων ἡμῶν τῶν δεσμίων τῇ θαλάσσῃ ῥιφέντων αὐτοὺς εἰς τὴν καθ' ἡμᾶς ναῦν μετασκευασθῆναι, ἐφύβριστον εἶναι λέγοντες ἐν τοσούτῳ κακῷ σωζομένων ἡμῶν ἐκείνους τοῦ κατὰ θάλασσαν γενέσθαι κινδύνου καὶ μὴ προτιμηθῆναι τῆς ἡμετέρας ζωῆς.
75.8.1
πρὸς ὃ δὴ καὶ κατένευσε παραχρῆμα, ἐπιτρέψας στᾶσαν τὴν ναῦν ἡμᾶς μὲν τῇ θαλάσσῃ ῥιφῆναι, ἐκείνους δὲ ἐν αὐτῇ μετακομισθῆναι.
75.9.1
ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ἐλάθομεν οὐκ ὀλίγον ἀποστάντες ἡμεῖς· 75. 10 ἐφερόμεθα γὰρ βιαίῳ τινὶ καὶ χαλεπῷ τῷ ὁρμήματι τοῖς κύμασιν ἐλαυνόμενοι, ὡς οὐ μόνον κραυγῆς ἀλλ' οὐδὲ βροντῆς ἐκεῖθεν, ἐξ οὗ κατελίπομεν αὐτούς, δυνάμενοι ἐξακούειν.
75.11.1
ὡς οὖν εἶδον μακρὰν ἀποστάντας, νεύματι μόνον προσμένειν τοὺς σὺν ἡμῖν βαρβάρους ἐπέτρεπον.
75.12.1
οἱ δὲ εἴτε μὴ συνιέντες πρὸς ὃ ταῦτα ἐποίουν, εἴτε καὶ ἑκόντες αὐτοὺς παραλογισάμενοι τῷ μηδ' ὅλως φαίνεσθαι προσέχειν τοῖς ὑπ' αὐτῶν πραττομένοις, τάχα δὲ τοῦτο πλέον ὑπὸ τῆς ἀφάτου περὶ ἡμᾶς κηδεμονίας τοῦ θεοῦ διδαχθέντες, εἴχοντο τοῦ πλοός, μηδένα λόγον τῶν κατόπιν ποιούμενοι, ἀλλὰ πάσῃ σπουδῇ τὴν αὐτῶν τε καὶ ἡμῶν σωτηρίαν ἐν οὕτω βιαιοτάτῳ μηχανώμενοι κλύδωνι.

Intertext edge

Open linked passage

Note