Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 76 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
Ὡς δὲ μακρὰν ἀποστάντας εἶδον ἡμᾶς ἐκεῖνοι καὶ εἰς οὐδὲν τὴν σκῆψιν χωροῦσαν, συνείχοντο δὲ κινδυνεύοντες τοῖς ὕδασι τῆς νηὸς καταδυομένης, ἄλλην τινὰ δέησιν τῷ τυράννῳ προσῆγον, λαβεῖν μὲν αὐτοὺς εἰς τὴν ἰδίαν ναῦν, ἐᾶσαι δὲ τοὺς μετ' αὐτῶν, μεθ' ὧν ἐπεφέροντο σκύλων, τῇ θαλάσσῃ δοθῆναι.
76.2.1
ὁ δὲ πρὸς τοῦτο πάλιν ἦν εὐπειθής, καίπερ τοῦ καιροῦ μὴ συγχωροῦντος ἀλλὰ τὴν πάντων ἀπόγνωσιν ἐπιτείνοντος, καὶ τῶν ἀγωγίμων τοῦ πρῴην φόρτου αὐτάρκη τῆς νηὸς αὐτοῦ τὴν χρείαν ἀποπληρούντων.
76.3.1
πλὴν οὐκ ἔδοξε τοῦτο συμφέρον εἶναι, τῶν βαρβάρων περισωθέντων τοὺς αἰχμαλώτους καταλιπεῖν τῷ θαλασσίῳ βυθῷ, ἀλλά τι δῆθεν ἐλέους ἐχόμενον καθ' ἑαυτὸν βουλευσάμενος, τάχα τῇ μανίᾳ τῆς φιλαργυρίας εἰς τοῦτο συνελαθείς, οὐχὶ δὲ συμπαθείᾳ τινὶ περὶ τῆς αὐτῶν ἀπωλείας δυσωπηθείς (πῶς γὰρ ὃς ἐφαίνετο πρῴην τοῖς ἀδίκοις φόνοις τρυφῶν), ὅμως καὶ αὐτοὺς μετενέγκαι σὺν τοῖς βαρβάροις ἐπέταττεν, ἵν' ἔχῃ κἀν τούτοις ἁδρότερον ποιῆσαι τὸ τῆς πλεονεξίας βαλάντιον καὶ τὴν φιλόχρυσον ἀναπλῆσαι λύσσαν, κἂν τάχα φορτικὸν ἦν καὶ τόλμης ἀλόγου τὸ ἐπιχείρημα.
76.4.1
πάντων δὲ κατὰ τὴν αὐτοῦ ναῦν τὸ τάχος μετενεχθέντων, ἔδυ ἐκείνη τοῖς ὕδασι βλεπόντων τῶν βαρβάρων καὶ αὐτῶν δὲ τῶν στρατηγῶν ἐν αὐτῇ τῇ νηῒ τοῦ τυράννου φυλαττομένων αὐτοῖς· 76. 5 οἵτινες καὶ ἡμῖν ἐν ὑστέρῳ ταῦτα διηγήσαντο, τὸ παντεπίσκοπον καὶ φιλάνθρωπον ἐκπληττόμενοι τῆς θεϊκῆς προνοίας.
76.6.1
πολλῷ γὰρ πλείω χιλίων ψυχῶν ἔφασκον εἶναι κατὰ τὴν ναῦν ἐκείνην, ἐκ τε τῶν βαρβάρων καὶ τῶν αἰχμαλώτων τῶν ἐν τῇ Κρήτῃ κατ' αὐτὴν εἰσενεχθέντων καὶ τῶν ἐκ τῆς ῥηθείσης προστεθέντων αἰτίας, ὡς τοσοῦτον ἀπέχειν βαπτισθῆναι τὴν ὁλκάδα ὅσον μιᾶς παλαιστῆς τὸ μέτρον ἐστίν.
76.7.1
οὐ συνεχώρησε δὲ τοῦτο ὁ τῶν ἀφανῶν γνώστης καὶ τῶν κρυφίων ἐξεταστὴς κύριος, ἀλλ' ὡς εἶδε τὰς καρδίας ἁπάντων πάσης μὲν χρηστῆς ἀπειπούσας ἐλπίδος, αὐτῷ δὲ μόνῳ τὴν ἀμηχανίαν ἐμφανιζούσας τῷ πάντα δυναμένῳ μόνῳ τῷ βούλεσθαι, ἐπέβλεψεν ἐπ' αὐτούς, 76. 8 καὶ εἰς πραεῖαν μὲν αὔραν τὴν καταιγίδα, εἰς γαλήνην δὲ τὴν τῶν κυμάτων καταστορέσας τραχύτητα, ἔσωσεν αὐτοὺς ἐκ τοσούτου κινδύνου, πᾶσιν ἐμφαίνων, καὶ μόνον οὐχὶ βοᾶν δεικνύων τὰ πράγματα, ὅπως ῥύεσθαι δύναται ὁ τῶν θαυμασίων θεὸς τοὺς ἐν ἀληθείᾳ καὶ φόβῳ ἐπικαλουμένους αὐτόν.

Intertext edge

Open linked passage

Note