Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 77 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1.1
Ἤδη δὲ μετὰ πέμπτην τοῦ πλοὸς ἡμέραν κατήραμεν ἐν τῇ νήσῳ τῆς Κύπρου κατὰ τὸν ὅρμον τῆς Πάφου, ἐν ᾧ καὶ ἀνεθέντες μικρὸν ὡς ἐξελθεῖν τοὺς βαρβάρους καὶ τοῖς παρακειμένοις ὕδασι λούσασθαι· 77. 2 πάλιν ἐκεῖθεν ἀναχθέντες μετά γε νυχθήμερον ἄλλο τὴν Τρίπολιν κατελάβομεν, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ὑψοῦται τὸ σωτήριον τοῦ σταυροῦ ξύλον, ὅτε καὶ ἡμεῖς τῶν κατὰ θάλασσαν ἄρτι πρῶτον ἐμέλλομεν πειρασμῶν ἀφεθῆναι.
77.3.1
γενομένων οὖν ἡμῶν πλησίον τοῦ τείχους, ἐχεῖτο περὶ τὸν ναύσταθμον ἁπάντων ἐγχωρίων βαρβάρων τὸ πλῆθος, τοὺς μὲν οἰκείους προσλαμβανόμενον, τοῖς καθ' ἡμᾶς δὲ θαμβούμενον.
77.4.1
ἅμα γὰρ συνέβη πάσας τὰς τῆς πόλεως συνελθεῖν νῆας καὶ πρὸς τὸν ὅρμον γενέσθαι, εἶτα ἐξεκομίζετο ἀφ' ἑκάστης αὐτῶν τῶν τε χρημάτων τὸ πλῆθος καὶ τῶν λοιπῶν σκύλων ὥσπερ ἀπό τινων πόλεων, καὶ μετήγετο εἴς τινας προηυτρεπισμένας οἰκίας, ὡς ἐν ὀλίγῳ πληρωθῆναι τὴν πόλιν τῆς τούτων ὑποδοχῆς.
77.5.1
προέφερον δὲ καὶ ἡμᾶς ἄγοντες καθάπερ τι τρόπαιον νίκης, ἐπὶ πᾶσιν ἡμᾶς θριαμβεύοντες καὶ θέατρον ποιούμενοι τὴν καθ' ἡμᾶς συμφοράν.
77.6.1
οἷον γὰρ ἀνέκραγον καὶ τοῖς ἐξάλμασιν ἐπεσκίρτησαν, ὅτε πρὸς αὐτῇ γεγόναμεν τῇ εἰσόδῳ τῆς πόλεως, ἀφορμὴν θυμηδίας τὴν καθ' ἡμῶν ὕβριν δεικνύμενοι.
77.7.1
ὃ δὴ καὶ πλείω τῶν ἄλλων ὠδύνησεν ἡμᾶς, οὐκέτι φέροντας τῶν δεινῶν ἐκείνων καὶ τῆς ὑπερβαλλούσης αἰσχύνης τὴν ἐπαλληλίαν ὑφίστασθαι.
77.8.1
ἀλλ' ὅτε δὴ καὶ μετὰ τοῦτον τὸν θρίαμβον ἐκληρώθη τις οἶκος ἐν ᾧ φρουρεῖσθαι κατεκρίθημεν τηρηθησόμενοι τῆς πρὸς τὴν Ταρσὸν ἀφίξεως, τότε δὴ τῶν πολλῶν ἀνεθέντες πόνων καὶ τῇ γῇ τὰς κεφαλὰς προσερείσαντες ἐδεόμεθα τοῦ θεοῦ μετὰ δακρύων στῆναι ἡμῖν ποτε τὰ κακὰ καὶ μηκέτι χώραν λαβεῖν καθ' ἡμῶν τοιούτων ὀχληρῶν ἐπίτασιν, ὧν καὶ ἡ ἀκοὴ μόνη μετήγετο διὰ πείρας ἐλθεῖν· 77. 9 παντὸς γὰρ ἀλγεινοῦ φύσιν ἐκβέβηκεν.
77.10.1
ἀλλὰ ταῦτα ἡμεῖς οἱ πρὸς τὴν καταλλαγὴν τηρούμενοι καὶ οἱ μεθ' ἡμῶν λαχόντες τῶν λοιπῶν αἰχμαλώτων κατὰ τὴν Τρίπολιν.

Intertext edge

Open linked passage

Note