Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 78 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1.1
Οἱ δέ γ' ἐν Κρήτῃ ἐξ ἡμῶν διαιρεθέντες ἐν ταῖς ἄλλαις ναυσὶ ταῖς ἀφ' ἑκάστου τόπου διεσπάρησαν καθ' ὅλης τῆς παραλίας Συρίας· 78. 2 οὓς καὶ ὠνούμενοι πολλοὶ τῶν ἐμπόρων καὶ πάλιν μεταπιπράσκοντες κατὰ διαφόρους τόπους ἐν ἀλλήλοις μέχρι καὶ νῦν αὐτοὺς ἀνταμείβουσιν, ὡς καὶ αὐτὴν φθάσαι τὴν Αἰθιοπίαν τινὰς ἐξ αὐτῶν καὶ τοὺς τὴν ἀκροτάτην μεσημβρίαν κατοικοῦντας βαρβάρους.
78.3.1
ὧν εἰ θελήσοι τις τὰς συμφορὰς ἀναγράφεσθαι, ὅμοιος εἶναι δόξει τῷ τὴν παραλίαν ψάμμον ἐκμετρεῖν εἰκαίως τοπάσαντι.
78.4.1
πάντως γὰρ καὶ αὐτός, φιλομαθέστατε ἀνδρῶν, εἴπερ ἐνέτυχές τισιν ἐξ αὐτῶν, ἔν τε τῇ Δαμασκῷ καὶ ταῖς περὶ αὐτὴν πόλεσιν (ἐνέτυχες γάρ, οἶδα, πολλοῖς ἐκεῖσε διὰ τὸ πάσας τὰς Τυρίας νῆας τοῖς μέρεσιν ἐκείνοις τοὺς αἰχμαλώτους αὐτῶν διασπεῖραι), ἔγνως ἐκ τῶν πολλῶν ὀλίγα τινὰ ἤδη τῶν καθ' ἡμᾶς παθημάτων.
78.5.1
ἐῶ γὰρ λέγειν ὅτι καὶ ἡμῶν ἡ περὶ τὴν Τρίπολιν διαγωγή, ὁπότε διερχομένῳ σοι ἐκεῖθεν κατ' ἀρχὰς μικρὸν ἀνεγνωρίσθημεν, ἱκανῶς σε περὶ τούτων πεπληροφόρηκε, καὶ σιωπώντων ἡμῶν τὰ πράγματα παριστῶσα καὶ τὴν ὀδύνην τῶν ψυχῶν ταῖς μορφαῖς ἐξελέγχουσα.
78.6.1
ἐξ οὗ δὴ καὶ αὐτὸς συμπαθήσας τότε καὶ ἐν τούτῳ κοινωνήσας ἡμῖν τοῦ πάθους ἐν τῷ περὶ πολλοῦ ποιήσασθαι μαθεῖν τὴν περὶ τούτων ἀκολουθίαν, ἔκδηλος ἐγένου τῇ λύπῃ πληγεὶς καὶ πέρα τοῦ μετρίου τὴν καρδίαν ὀδυνηθείς.
78.7.1
πλὴν οὕτω ταῖς πολλαῖς καὶ ἀπείροις ἐκείναις τῶν πειρασμῶν ταλαιπωρήσαντες καταιγίσι, καὶ οὐδὲν κρεῖττον οὐδ' ἐν αὐτῇ τῇ Τριπόλει, παρ' ὅσον ἐν αὐτῇ διετρίψαμεν χρόνον, γενόμενοι, ἀλλὰ μόνον ὅσον τὸ κατ' ἐμὲ καὶ μοχθηροτέροις τισὶν ὁμιλήσαντες (ἐκεῖσε γὰρ ἐγὼ καὶ τοῦ καλοῦ πατρὸς ἀπωρφανίσθην, καθάπερ ἄλλην ἀρχὴν τῶν δεινῶν τὴν ἐκείνου στέρησιν ἐφευράμενος), ὅμως μετὰ τὴν σὴν ἀναχώρησιν, οὐ μετὰ πολὺν χρόνον, προστάξει τοῦ τυράννου πάντες ὁμοῦ τῇ προτέρᾳ πάλιν βληθέντες νηῒ μετὰ καί τινων διακομιζόντων ἡμᾶς βαρβάρων ταύτην δὴ τὴν φρουρὰν τῆς Ταρσοῦ κατελάβομεν·
78.8.1
καὶ νῦν ἐσμὲν ἐν μεθορίῳ δύο πραγμάτων ἐλπιζομένων, ἢ τοῦ τυχεῖν τῆς πάλαι θρυλλουμένης διὰ τῆς σωτηρίου καταλλαγῆς ἀπολυτρώσεως, ἢ τῷ θανάτῳ παραπεμφθῆναι καθ' ἑκάστην ἐφεστῶτι ταῖς συχναῖς ἀρρωστίαις καὶ ἄλλως τοῖς ἐν τῇ φρουρᾷ πλησίον συνῳκισμένῳ.
78.9.1
πλὴν οὐκ ἔχομεν ἀσφαλῶς γινώσκειν ὁποτέρῳ τούτων προτέρῳ διαλαχεῖν.

Intertext edge

Open linked passage

Note