Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 79 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1.1
Ἐγὼ δὲ τὴν ἐπιταγὴν ἤδη πεπλήρωκα, πάνυ θαυμάζων τὴν σὴν ἀρετήν, πῶς περὶ τούτων πεφιλοπόνηκας, ὡς καὶ διὰ γραμμάτων παρορμῆσαι ἡμᾶς δῆλά σοι πάντα ποιήσασθαι τὰ περὶ τῆς ἁλώσεως τῆς καθ' ἡμᾶς πόλεως, 79. 2 οὐχ ἕνεκεν δέ τινος ἄλλου τὴν σὴν ἀξίωσιν ἐκπληρῶσαι δίκαιον κέκρικα, ἀλλ' ἵν' ἔχῃς ὑπόμνημα τῆς πρὸς ἡμᾶς φιλίας τὴν καθ' ἡμᾶς αὐτοὺς συμφοράν, ἀεί σε περικεντοῦσαν τοῖς ἀλγεινοῖς καὶ πρὸς τὸν ζῆλον τῶν καλῶν παραθήγουσαν.
79.3.1
πέφυκε γάρ πως ἡ μνήμη τῶν λυπηρῶν εἰς ἀρετὴν ἐνάγειν τῶν σπουδαίων τὸ φρόνημα, καὶ φοβερῶν πραγμάτων ἐξήγησις ψυχικὴν ἀσφάλειαν ἀπεργάζεσθαι.
79.4.1
ἀλλὰ μὴ τῇ ἰδιωτείᾳ προσέχων τῆς συγγραφῆς τῶν ἐν αὐτῇ προσόντων τὴν ὠφέλειαν διαπτύσῃς, τῷ ἀτεχνεῖ δὲ μᾶλλον καὶ ἀνεπιτηδεύτῳ τῶν λεγομένων τὸ πιστὸν συνακολουθεῖν ἐννοούμενος εὐχαῖς ἡμᾶς ἀμείψασθαι τῆσδε τῆς ἐγχειρήσεως προθυμήθητι, τὸν κοινὸν δεσπότην ἐξιλεούμενος ἢ παρενεγκεῖν ἡμῖν τὰ δεινὰ ἢ καρτερῶς γε φέροντας ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ δικαιοκρισίας τὸν τῆς ὑπομονῆς ἀξιῶσαι μισθόν.

Intertext edge

Open linked passage

Note