Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 7 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν μακρόν, ἢ ὡς ἀπ' ἀρχῆς ὑπεσχόμην, τὸν περὶ τούτων παρατείνας λόγον.
7.2.1
πεποίηκε δὲ τοῦτο ὁ περὶ τὴν πατρίδα πόθος, ἡδέως τῇ τε μνήμῃ συνεφελκόμενος, καὶ ταῖς ἀνατυπώσεσιν οἷον δοκῶν συνεῖναι τοῖς λεγομένοις, καὶ τὸ πρόθυμον καὶ ζητητικὸν τῆς σῆς φιλομαθοῦς ἀκοῆς, ἣν ἐξ ἀρχῆς παραθέσθαι πᾶσαν ἡμῖν καθυπέσχου, μηδενὸς ἄλλου περισπῶντος αὐτὴν ἢ τοῦδε τοῦ διηγήματος ὑποσύροντος.
7.3.1
ταῦτα δὲ οὕτως ἔχει. φιλοῦσι γὰρ ἀεὶ τὰ ποθούμενα τῶν πραγμάτων ἀνάγκης δεσμοῖς καὶ τὸν λέγοντα περὶ αὐτῶν κατέχειν καὶ τὸν ἀκούοντα· καὶ οὐκ ἂν οὕτως εὐχερῶς καὶ ῥᾳδίως οὔτε ὄψις τῶν ἡδίστων θεαμάτων οὔτε ἀκοὴ τῶν τερπνῶν ἀποστήσεται ἀκουσμάτων, οὔτε λόγος ἡδὺς τῆς ὁρμῆς ἀνακοπήσεται, μέχρις ἂν φθάσῃ τὸ πέρας πρὸς ὃ κατ' ἀρχὰς ἐπείγεται.
7.4.1
πλὴν εἰ δοκεῖ, καὶ πάλιν ἀναδράμωμεν πρὸς αὐτὴν ἐκείνην τὴν πόλιν· μέχρι γὰρ τίνος ὡς ἐν κατόπτρῳ τὸν ἀνδριάντα διαμορφοῦμεν, καὶ ταῖς ἔξωθεν τῶν χρωμάτων ποικιλίαις ἀπεικονίζειν πειρώμεθα τὸ ἀρχέτυπον, ἐξὸν αὐτοῖς ἐκείνοις ἐντυχεῖν διὰ τῶν καιρίων διηγημάτων τοῖς πράγμασιν, ὡς ἂν γνωριμώτερον εἴη τὸ ἀμυδρῶς πως παραδηλούμενον;
7.5.1
Θεσσαλονίκην γάρ, ὁποία 7. 5 τυγχάνει, τῷ λόγῳ διαγράψαι καθ' ὅσον οἷόν τε κατ' ἀρχὰς ὑποσχόμενοι, καὶ τίς οὖσα πρότερον εἰς τί κεχώρηκεν ὕστερον, τοῖς περὶ αὐτὴν ὥσπερ ὑποκλαπέντες, καὶ τοῖς ἔξωθεν, ὡς ἂν εἴποι τις, μέχρι τοῦδε σχολάσαντες διηγήμασι, κινδυνεύομεν βραδύνοντες τὴν τῶν καιρίων ἐξήγησιν.
7.6.1
χρεὼν οὖν ἐστι καὶ πάλιν πρὸς αὐτὴν ἐπανιέναι τῷ λόγῳ καὶ τὸ πρῶτον περὶ αὐτὴν καταμαθεῖν κάλλος, εἶθ' οὕτω γε τοῦ πάθους ἐξειπεῖν ἐν ὑστέρῳ τὸ μέγεθος, ἵνα ὅσον φανείη τῶν ἄλλων πόλεων ἀσυγκρίτως ὑπερτερεύουσα, τοσοῦτον ἀξία κριθείη παρὰ πασῶν θρηνεῖσθαι καὶ κατοικτίζεσθαι.

Intertext edge

Open linked passage

Note