Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 8 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Εἴπομεν ὡς εὐρεῖά τίς ἐστι καὶ μεγάλη ἡ πόλις καὶ τῷ περιέχοντι πολὺν τὸν διὰ μέσου χῶρον ἐναποκλείσασα.
8.2.1
ἀλλ' ὅσον μὲν τοῦ τείχους τὴν χέρσον ἀποσκοπεῖ, ἐρυμνότατόν τέ ἐστι καὶ τῷ πάχει τῆς οἰκοδομῆς κατωχυρωμένον, τῷ ἔξωθέν τε προτειχίσματι τὸ ἀσφαλὲς πάντοθεν συντηροῦν, προβόλοις καὶ ἐπάλξεσιν ἅπαν καταπεπυκνωμένον, καὶ μηδεμίαν ἀνάγκην φόβου τοῖς οἰκήτορσι παρεχόμενον.
8.3.1
τὸ δὲ πρὸς νότον αὐτοῦ χθαμαλόν τέ ἐστι παντελῶς καὶ πρὸς πόλεμον ἀπαράσκευον· οἶμαι γὰρ τῷ μηδεμίαν ὑφορᾶσθαι προσβολὴν βλάβης ἐκ τοῦ πρὸς θάλασσαν ὁ τεχνίτης πάλαι τῆς οἰκοδομῆς κατημέλησε.
8.4.1
φέρεται δέ τις καὶ παλαιὸς λόγος μέχρις ἡμῶν φθάσας, ὡς ἀτείχιστος ἦν ἐξ ἐκείνου τοῦ μέρους ἡ πόλις χρόνους πολλούς, εἰ μὴ τῷ δέει ποτὲ τοῦ Μήδων Ξέρξου, πλωτὴν γῆν τεκτηναμένου καὶ κατὰ τῆς Ἑλλάδος στρατοπεδεύσαντος καὶ πολλῶν νηῶν πληθὺν ἐπιφερομένου, ὁ τῶν Ῥωμαίων τὰ σκῆπτρα κατ' ἐκείνους τοὺς καιροὺς ἰθύνων μικρόν τινα καὶ ὡς ἐκ τοῦ παρατυχόντος φραγμὸν τῷ τῇδε περιέθηκε μέρει.
8.5.1
ἀφ' οὗ δὴ χρόνου καὶ μέχρι τοῦ δεῦρο τὸ αὐτὸ τοῦτο διαμεμένηκεν, οὐδέποτε τῆς ἐκεῖθεν βλάβης, ὡς ᾤετο, κἂν ἐν ὑπονοίᾳ τισὶν ἐσομένης.
8.6.1
εἰ γὰρ καὶ πολλοὺς πολλάκις ἀνέτλη πολέμους καὶ λίαν σφοδροτάτους ἡ πόλις, τούς τε ἐκ τῶν βαρβάρων καὶ αὐτῶν δὲ τῶν συνομορούντων Σκυθῶν, πᾶν εἶδος ἀμυντηρίων κατ' αὐτῆς ἐπινοουμένων καὶ ψάμμου δίκην τῷ πλήθει τῆς στρατιᾶς εἰσρεόντων καὶ μηδὲν ὑποφέρειν τὴν ἀπειλὴν αὐτῶν φιλονεικούντων (καὶ γὰρ ὡς ἀληθῶς ἦσαν ἀκάθεκτοι ταῖς ὁρμαῖς καὶ ποικίλῃ τινὶ πανοπλίᾳ πεφραγμένοι), 8. 7 ἀλλ' ἦν ἄρα περίγειος ὥσπερ ἡ μάχη καὶ διέφευγε τὰς ἐπιβουλὰς τῷ ἀσφαλεῖ τοῦ τείχους τὴν ἔφοδον ὑπεκκλίνασα καὶ τῷ συνήθως αὐτῇ καὶ θερμῶς ὑπερμαχοῦντι, λέγω δὴ τῷ πανενδόξῳ μάρτυρι Δημητρίῳ, τὴν ἑαυτῆς σωτηρίαν καταπιστεύουσα.
8.8.1
ἐκ πολλῶν γὰρ αὐτὴν κινδύνων ὁ σωσίπατρις οὗτος ἐρρύσατο καὶ τὸ νικᾶν αὐτῇ καὶ μήπω τοῦ πολέμου πειραθείσῃ πολλάκις συμπαθῶς ἐδωρήσατο.
8.9.1
ἀλλὰ ταῦτα ταῖς τῶν θαυμάτων αὐτοῦ βίβλοις ἐξηγεῖσθαι παραχωρήσαντες τοῖς ἑξῆς ἡμεῖς τῶν ἤδη λεχθέντων προΐωμεν.

Intertext edge

Open linked passage

Note