De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ἦν οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις.
9.2.1
ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα κοινῶς ἀμφοτέροις διείλετο, πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις, ἀνεῖτο δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα, καὶ τὰ προλεχθέντα τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ' ἡμῖν ἐπληροῦτο· 9. 3 αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες εἰς ἄροτρα, καὶ πόλεμος ἦν οὐδαμοῦ, καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυτάνευε, καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν, ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι, ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι.
9.4.1
γῆ γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ, τούτων παρ' ἑαυτῆς ἡ θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι.
9.5.1
τί δὲ τῶν ἁπανταχόθεν ἐπιδημούντων εἴποιμι πρῶτον, καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολίτας ἡμᾶς, τὰ παρ' ἑαυτῶν διδόντες καὶ τὰ παρ' ἡμῶν ἀντιλαμβάνοντες;
9.6.1
λεωφόρου γὰρ δημοσίας τῆς πρὸς ἀνατολὴν ἀγούσης ἀπὸ τῆς δύσεως διὰ μέσου τῆσδε χωρούσης τῆς πόλεως καὶ ἀναγκαίως πειθούσης τοὺς παροδεύοντας πρὸς ἡμᾶς ἐνδιατρίβειν καὶ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι, πᾶν ὁτιοῦν ἂν εἴποι τις τῶν καλῶν ἐξ αὐτῶν ἐκαρπούμεθά τε καὶ προσεκτώμεθα.
9.7.1
ἔνθεν καὶ παμμιγής τις ὄχλος ἀεὶ περιεστοίχει τὰς ἀγυιὰς τῶν τε αὐτοχθόνων καὶ τῶν ἄλλως ἐπιξενουμένων, ὡς εὐχερέστερον εἶναι ψάμμον παράλιον ἐξαριθμεῖν ἢ τοὺς τὴν ἀγορὰν διοδεύοντας καὶ τῶν συναλλαγμάτων ποιουμένους τὴν μέθοδον.
9.8.1
ἐντεῦθεν χρυσίου καὶ ἀργυρίου καὶ λίθων τιμίων παμπληθεῖς θησαυροὶ τοῖς πολλοῖς ἐγίνοντο, καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα ὡς τὰ ἐξ ἐρίων τοῖς ἄλλοις ἐπινενόητο.
9.9.1
περὶ γὰρ τῶν ἄλλων ὑλῶν, χαλκοῦ καὶ σιδήρου κασσιτέρου τε καὶ μολύβδου καὶ ὑέλου, οἷς αἱ διὰ πυρὸς τέχναι τὸν βίον συνέχουσι, καὶ μνησθῆναι μόνον παρέλκον ἡγοῦμαι, τοσούτων ὄντων ὡς ἄλλην τινὰ δύνασθαι πόλιν δι' αὐτῶν δομεῖσθαί τε καὶ ἀπαρτίζεσθαι.