Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 10 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἀλλὰ καὶ τότε τις τῶν Μουσουλμάνων ὑψηλός τε καὶ μέγας καὶ φοβερὸς παρ' ἐκείνοις, ὡς ὅτι ἐκ σειρᾶς τε καὶ γένους τοῦ Μουχουμὲτ κατήγετο. Τοῦτον καὶ ὡς πατριάρχην αὐτὸν ἐτιμοῦσαν, καὶ ὡς προφήτην αὐτὸν προσεκύνουν, καὶ ἐσέβοντο τοῦτον ὡς αὐτὸν τὸν Μωάμεθ. Τοσοῦτον καὶ τοιοῦτος μέγιστος ἦν οὖν ἐκεῖνος ὅτι τὴν θυγατέραν τοῦ ἀμηρᾶ καὶ δεσπότου τῶν Μουσουλμάνων παρθένον οὖσαν ἥρπαξε παρὰ γνώμην ἐκείνου καὶ ἔφθειρε καὶ ἐκράτησε, καὶ ἔσχεν ἐκείνην ἐν τῷ κοιτῶνι καὶ τῷ κλινιδίῳ ἐκείνου, καὶ οὐδεὶς ἐτόλμησεν αὐτὸν σκῶψαι ἤ τι εἰπεῖν πρὸς ἐκεῖνον. Ἀλλὰ καὶ μᾶλλον ὁ ἀμηρᾶς καὶ ἀδελφὸς ὁ τῆς κόρης εἶπεν· «Ἡγίασε ταύτην ἡ συνουσία τοῦ πατριάρχου τοῦ συγγενοῦς τοῦ Μωάμεθ, καὶ τὸ γεννηθὲν ἐξ ἐκείνης ἅγιον ἔστω ὡς ἐξ αἵματος τοῦ Μωάμεθ κατὰ τὸν νόμον καὶ ἁγιασμὸν τοῦ Ῥασοὺλ Μαχουμέτη». Αὐτὸς δὲ ὁ μέγιστος καὶ πολὺς παρ' ἐκείνοις ὁ εὐγενὴς πατριάρχης, ὃν εἶχον προορατικὸν καὶ προφήτην, τοὔνομα Μηρσαΐτης τῇ Περσικῇ διαλέκτῳ ἀπέστειλεν ἀποκρισιαρίους ἀπὸ τῆς Προύσης ἧς ἐκατοί κει πρὸς τὸν δεσπότην τῶν Τούρκων, καὶ εἶπεν· «Ὅρα μήπως συνάψῃς πόλεμον μετὰ τῶν Ῥωμαίων καὶ τὸν στρατὸν ἀπολέσῃς καὶ τὰ γένη τῶν Μουσουλμάνων, ἕως ὅτε ἐγὼ νὰ φθάσω καὶ δηλώσω τὴν ὥραν τῆς συμπλοκῆς τοῦ πολέμου, ὡς ὁ μέγας ἡμῖν διδάσκει Ῥασοὺλ ὁ προφήτης. Καὶ γινώσκω δὲ τοῦτο ὡς προορατικὸς καὶ προφήτης». Ταῦτα δὲ ἀκούσας τῶν Τούρκων ὁ δεσπότης ἔπραξεν ὡς ὡρίσθην, καὶ ἀνέμενε τὸν ψευδοπροφήτην. Καὶ μεθ' ἡμέρας ὀλίγας ἔφθασεν.

Intertext edge

Open linked passage

Note