Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Ἦλθεν ὁ Μηρσαΐτης καὶ πατριάρχης τῶν Τούρκων μετὰ πεντακοσίους Τουρκοκαλογέρους, ἐπὶ ἡμιόνου καθήμενος, καὶ τῷ σχήματι σοβαρώτατος καὶ τὸ μεγαλεῖον δεινότατος. Τὰ δὲ πλήθη τῶν Μουσουλμάνων εἰς ὑπαπαντὴν ἐξέδραμον τὴν ἐκείνου, καὶ ὡς ἄγγελον ἐκ τοῦ οὐρανοῦ καταβάντα τὰ μωροθαύμαστα γένη τῶν Τούρκων ὑπεδέξαντο τοῦτον, καὶ μὴ μόνον τοὺς πόδας ἐκείνου ἠσπάζοντο καὶ τὰς χεῖρας, ἀλλὰ καὶ τοῦ ἡμιόνου τοὺς χαλινοὺς καὶ τοὺς πόδας οὗ ἐποχεῖτο. Ὁμοίως καὶ ὁ δεσπότης τῶν Τούρκων δουλοπρεπῶς ὑπεδέξατο τοῦτον. Αὐτὸς δὲ σοβαρὸς καὶ μεγαλουπέροχος ἑωρᾶτο τοῖς πᾶσιν. Πλὴν δὲ ἐπηρμένος καὶ γεγαυριωμένος ὡς ὑψηλός τε καὶ μέγας καὶ ὡς ἀπόγονος τοῦ Μωάμεθ ἐκατεδέξατο μόλις, καὶ ἐφθέγξατο ταῦτα· «Γινώσκετε, Μουσουλμάνοι, καὶ σὺ αὐτὸς ὁ πάντων τούτων δεσπότης. Ἐγὼ μὲν ἀπεστάλην παρὰ τοῦ μεγάλου προφήτου Ῥασοὺλ Μαχουμέτη, ἵνα ὑμῖν εἴπω τοῦ πολέμου τὴν ὥραν, ὡς προορατικὸς καὶ προφήτης, ὅπως δουλώσωμεν τοὺς Ῥωμαίους καὶ αἰχμαλωτίσωμεν καὶ τὴν πόλιν. Ἑτοιμάζεσθε δὲ πρὸς τοῦτο ἕως ὅτου νὰ φθάσει ἡ ὥρα, ὁποίαν ἐγὼ γινώσκω». Καὶ ταῦτα εἰπόντος ἀπέβη τοῦ ἡμιόνου οὗ ἐποχεῖτο, καὶ εἰσῆλθεν εἰς τὴν τένταν τὴν ἱσταμένην ἀπὸ κεντούκλου, καὶ ἤρξατο ἀναγινώσκειν τὰς βίβλους τοῦ Μωάμεθ καὶ τὰ Ῥάμπλια πράττειν. Μετὰ ὑποκρίσεως δὲ ταῦτα ἐποίει, ὡς ἵνα ἀπατῶνται οἱ Τοῦρκοι καὶ προσκυνοῦν καὶ δοξάζουν ὡς προφήτην ἐκεῖνον, καθὰ καὶ ὁ δεσπότης τῶν Τούρκων καὶ πάντες οἱ Μουσουλμάνοι ἀληθῆ καὶ βέβαια κρατοῦσιν πάντα τὰ λαληθέντα ἐκ τούτου, καὶ πάντες τὴν κέλευσιν ἔμενον τὴν ἐκείνου, ἵνα προστάξει τοῦ πολέμου τὴν ὥραν καὶ δράμωσι πάντες καὶ κρατήσουν τὴν πόλιν καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσωσι πάντας.