Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ταύτη δὴ ἡ κενὴ καὶ ματαία ἐλπὶς μέγα θράσος καὶ τόλμην καὶ εὐφροσύνην τοῖς Τούρκοις ἐνέπλησε τότε, καὶ ἀπὸ τούτου ἔχαιρον καὶ ἐσπατάλουν. Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκτα τὰς παλάμας ἐκρότουν, καὶ τοῦ Μηρσαΐτη τὴν φωνὴν ἀνέμενον ὡς ἀγγέλου ἀληθεστάτου, ὡς ἵνα αἰχμαλωτίσουσι τοὺς Ῥωμαίους. Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκταν καὶ ὥραν τὴν γλῶσσαν αὐτῶν καθ' ἡμῶν ὡς δίστομον ξίφος ἠκόνισαν καὶ φωνὰς ἀγρίους καὶ ἀνημέρους ἔλεγον ἀναι δῶς καὶ ὑβριστικῶς. Μὴ μόνον κατὰ πατριαρχῶν τε καὶ βασιλέων αἰσχροτάτας φωνὰς ἀνέπεμπον, ἀλλὰ καὶ κατὰ τῆς πίστεως ἡμῶν τολμηρῶς ὀνειδίζοντες καὶ ἀναιδῶς βλασφημοῦντες ἔλεγον· «Ποῦ ὁ Θεός σας ὦ σκοτεινοὶ Ῥωμαῖοι; ποῦ ὁ Χριστός σας; ποῦ εἶναι οἱ ἅγιοί σας νὰ σὰς βοηθήσουν; Αὔριον τὴν πόλιν ἐπέρνομεν, καὶ ἐσᾶς αἰχμαλώτους καὶ σκλάβους ἔχομεν, καὶ τὰς γυναῖκάς σας καὶ τὰ παιδία σας ἔμπροσθεν ὑμῶν ἀτιμάσομεν, καὶ τὰς καλογραίας σας μὲ τοὺς Τουρκοκαλογέρους μας νὰ παντρέψομεν. Μὰ τὴν πίστιν μας ἀλήθεια ὁ προφήτης μας ἔτζη λέγει». Ταῦτα δὲ ὡς βέβαια καὶ ὁμολογούμενα οἱ ἀσεβεῖς εἴχασι, καὶ διὰ τοῦτο τὸν Θεὸν ἡμῶν ὀνείδιζον ἀσεβῶς ταῦτα.