Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ὡς δὴ ἔφθασεν ἡ τελεία ἡμέρα τοῦ πολέμου τῶν Τούρκων, ὁποίαν παρ' ἐκείνοις ὁ μέγας προεθέσπισε Μηρσαΐτης ὁ προφήτης ἐκείνων, εἶπε πρὸς τὸν στρατάρχην καὶ δεσπότην τῶν Μουσουλμάνων· «Μὴ βράδυνε ἐπὶ πλέον, ἀλλὰ ταχέως τὰς τάξεις τάξον καθοπλισθῆναι, καὶ πᾶν μηχανικώτατον καὶ πολεμικώτατον ἔργον ἔχοντες ἐξ ἑτοίμου, καὶ σὺν τούτοις γενέσθω τῆς πόλεώς τε πλησίον ὅσον τόξου βολὴν εἰς τὸ κάστρον. Καὶ σύνθημα» εἶπε «προστάσσω τοιόνδε. Ὅταν ἐφ' ἵππου ὑψηλοῦ με καθήμενον θεωρήσητε καὶ ἐν δεξιᾷ τῇ χειρί μου σπάθην γεγυμνωμένην θεάσητε καὶ τρὶς τῆς φωνῆς μου ἀκούσητε, μετὰ βοῆς καὶ κραυγῆς καὶ ὁρμῆς καὶ κρότων καὶ ὀργάνων κατὰ τῶν Ῥωμαίων εἰσβάλετε. Καὶ αὐτο μάτως πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἀκωλύτως γένεσθε ἐντὸς καὶ ταύτην αἰχμαλωτίσατε». Καὶ ταύτας μὲν τὰς ληρολογίας ὁ Μηρσαΐτης ὡς βεβαίας ὁμολογῶν τοῖς Μουσουλμάνοις δημηγορῶν ἔλεγεν, ὡς ἔχων τὰς προφητείας ἐκ τοῦ Μωάμεθ καὶ Ῥασοὺλ Μαχουμέτη τὰς βίβλους. Καὶ αὐτὸς μὲν εἶπε ταῦτα· ὁ δὲ στρατάρχης καὶ δεσπότης τῶν Τούρκων τὸ κελευσθὲν ἐκπληρώσας καὶ προστάξας τὰς τάξεις ἁπάσας καθοπλισθῆναι, καὶ πᾶσαν τὴν παρασκευὴν τοῦ πολέμου φέροντες ἀνὰ χεῖρας, εὐθὺς τὰ πλήθη τῶν Μουσουλμάνων καὶ τὰ στρατεύματα πάντα τὸ προσταχθὲν ἐκπληροῦσι, καὶ μὲ ὅπλα παντοῖα καὶ παρασκευὰς τὰς μεγίστας καὶ τὰ μηχανικώτατα ἔργα ἐσπάραξαν κατὰ τάξιν. Καὶ οἱ μὲν σκάλας ἔφερον, καὶ σκάλας παντοίας, μικρὰς καὶ μεγάλας, ἄλλοι δὲ τζόκους, καὶ ἕτεροι συστάς, καὶ ἄλλοι πῦρ μετὰ μαζαλάδων, ἕτεροι δὲ σκλώπους, ἄλλοι δὲ σιδηρᾶ μάχιμα ὅπλα δρεπανηφόρα μετὰ κονταρίων μακρέων τὰ ἐπονομαζόμενα φάλκας, ἕτεροι δὲ σκουτάρια στερεὰ καὶ μεγάλα, καὶ τὰ πάντα μετὰ σιδήρων, καὶ πλοκοτὰς δὲ ἄλλοι, καὶ παβέζια ἄλλοι, ἄλλοι δὲ ἀγγύρας σιδηρέας, καὶ ἄλλο πᾶν πολεμικὸν ἔργον ἔφερον ἀνὰ χεῖρας. Καὶ κατάφρακτοι πάντες μετὰ ἰσχυρᾶς καὶ σιδηρᾶς πανοπλίας καὶ περικεφαλαίας μεγίστους. Καὶ τοσοῦτον ὑπῆρχε τῆς στρατιᾶς ἐκείνης τὸ πλῆθος ὅτι ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἄχρι καὶ τὸ ἕτερον τὸ ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει.