Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Οἱ δὲ στρατηγοὶ τοῦ φωσάτου τὰς συντάξεις τῶν Τούρκων ἔστησαν κατὰ τάξιν πλησίον τοῦ κάστρου, ὡς ἐθέσπισεν ὁ ψευδοπροφήτης. Τοὺς δὲ τοξότας ἐκείνους τοὺς ἀναριθμήτους τῶν Τούρκων ἐκέλευσαν πάντας ὁμοῦ τοξεύειν ἐπάνω τοῦ κάστρου καὶ τῶν προμαχιονίων, ὡς ἵνα λαβώσουν καὶ φονεύσουν τινὰς τῶν Ῥωμαίων, καὶ φοβηθῶσιν οἱ ἄλλοι καὶ φύγωσιν ἐκ τοῦ τείχους, καὶ ἀπὸ τούτου ἄδειαν εὕρουν καὶ ἀναβῶσιν οἱ Μουσουλμάνοι ἐπάνω ἀνεμποδίστως, καὶ κρατήσουν τὴν πόλιν. Ὁ δὲ λαὸς τῶν Ῥωμαίων ὁρῶν τὰ πολεμικὰ καὶ μάχιμα ἔργα τῶν Τούρκων, καὶ τὴν πλησμονὴν τοῦ φωσάτου γενεῶν τῶν ἀπείρων, καὶ τὴν ὁρμὴν τῶν Ταρτάρων καὶ τῶν Μουσουλμάνων τὴν τόλμην, καὶ τὰ πρὸ ὀλίγου πραχθέντα, ὅτι ἐντὸς εἰς τὰς σούδας ἀπέκτειναν οἱ Τοῦρκοι Ῥωμαίους καὶ ἄλλους ἔμπροσθεν εἰς τὰς πόρτας, ἐδειλίασαν μέγα, καὶ σχεδὸν πρὸς φυγὴν οἱ πλείονες ἐθεώρουν. Ὢ ὥρας τῆς πικροτάτης ἐκείνης, ὢ λύπης τῆς ἀφορήτου, ὢ ἀπελπισίας μεγίστης.